# Interpretatio in Danielem (Ms A) 30-5

Theodoretus, Interpretatio in Danielem (Ms A), θεοδωρήτου ἐπισκόπου κύρου ἑρμηνεία εἰς τὸν προφήτην δανιήλ, τόμος ι. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-danielem-ms-a/30-5

καὶ εἰσελεύσονται εἰς αὐτὸν οἱ εἰσπορευόμενοι κιτίοι, καὶ ταπεινωθήσονται. παραλαβὼν γὰρ πολλοὺς κυπρίους, καὶ ἑτέρους νησιῶτας (τὸ γὰρ κίτιον μέχρι τῆς σήμερον πόλισμά ἐστι τῆς κύπρου), ὁρμήσει μὲν κατὰ τῆς αἰγύπτου, ἡττηθεὶς δὲ καὶ ταπεινωθεὶς ἐπανήξει. καὶ ἐπιστρέψει φησὶ καὶ θυμωθήσεται ἐπὶ διαθήκην ἁγίαν. πάντα γάρ φησι τὸν θυμόν, τὸν διὰ τὴν ἧτταν αὐτῷ προσγινόμενον, κατὰ τῆς ἁγίας διαθήκης ἐμέσει. καὶ δεικνὺς τὸ ἔργον, καὶ ποιήσει φησί. ἐν γὰρ τῇ δευτέρᾳ παρουσίᾳ τόν τε πολὺν ἐργάσεται φόνον, καὶ τῶν διαφυγόντων τὸν ἀνδραποδισμόν. καὶ ἐπιστρέψει, καὶ συνήσει ἐπὶ τοὺς καταλιπόντας διαθήκην ἁγίαν. πᾶσάν φησι ποιήσεται πρόνοιαν τῶν παρανομησάντων, καὶ τὸ μὲν ἰουδαίζειν ἀρνηθέντων, τὸ δὲ ἑλληνίζειν ἀσπασαμένων.

---

Theodoretus Cyrensis, Interpretatio in Danielem (Ms A), ed. Philip Schmitz Editor. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg028.local013/.
