# Interpretatio in Danielem (Ms A) 33.1

Theodoretus, Interpretatio in Danielem (Ms A), θεοδωρήτου ἐπισκόπου κύρου ἑρμηνεία εἰς τὸν προφήτην δανιήλ, ὅρασις α, τόμος β. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-danielem-ms-a/33.1

σὺ, βασιλεῦ, ἐθεώρεις, καὶ ἰδοὺ εἰκὼν μία, πολλή, ἡ εἰκὼν ἐκείνη μεγάλη, καὶ ἡ ὄψις αὐτῆς ὑπερφερὴς ἑστῶσα πρὸ προσώπου σου, καὶ ἡ ὅρασις αὐτῆς φοβερά. εἰκὼν ἧς ἡ κεφαλὴ χρυσίου καθαροῦ, αἱ χεῖρες αὐτῆς καὶ τὸ στῆθος καὶ οἱ βραχίονες αὐτῆς ἀργυροῖ, ἡ κοιλία καὶ οἱ μηροὶ χαλκοῖ, καὶ αἱ κνῆμαι σιδηραῖ. οἱ πόδες μέρος μέν τι σιδήρου, μέρος δέ τι ὀστράκινον . τέτταρας μὲν ὕλας διὰ τῶν προειρημένων ἐσήμανε, τὸν χρυσόν, τὸν ἄργυρον, τὸν χαλκόν, τὸν σίδηρον. τὸ γὰρ ὄστρακον οὐ καθ ̓ αὐτὸ εἶπεν, ἀλλὰ τῷ σιδήρῳ συμμεμιγμένον. δηλοῖ δὲ διὰ τούτων τὰς μεγίστας τὲ καὶ καθολικωτάτας βασιλείας, αἳ τοῦ πλείστου τῆς οἰκουμένης ἐκράτησαν ἀλλήλας διαδεξάμεναι. ὅτι μὲν γὰρ καὶ ἄλλαι βασιλεῖαι συνέστησαν, καὶ ἐπὶ τοῦ παρόντος δὲ συνεστᾶσι, δῆλόν ἐστι· οὐ μὴν τῶν πάντων ἢ τῶν πλειόνων ἔστιν αὐτὰςκρατούσας ἰδεῖν, ἀλλ ̓ ἢ ἐνὸς ἢ δύο μόνον ἐθνῶν. λέγει τοίνυν πρώτην ἁπάντων γεγενῆσθαι τὴν τῶν ἀσσυρίων ἡγεμονίαν, ἥτις αὕτη ἐστὶν ἡ ἡ τῶν βαβυλωνίων. ἀσσύριοι γὰρ οὗτοι κἀκεῖνοι. ἀλλὰ ποτὲ μὲν ἐν τῇ νίνῳ τῇ παρ ̓ ἑβραίοις νινευῆ καλουμένῃ, τὰ βασίλεια ἐσχήκασι, ποτὲ δὲ ἐν βαβυλῶνι. ὅτι δὲ μία ἐστὶν ἡ βασιλεία τούτων κἀκείνων, καὶ αὐτὸς ὁ προφήτης μαρτυρεῖ ἑρμηνεύων γὰρ τὸ ἐνύπνιον φησίν· ἡ κεφαλὴ ἡ χρυσῆ σὺ εἶ, βασιλεῦ . καὶ ὁ μακάριος δὲ ἱερεμίας ὁ προφήτηςφησί· ποτήριον χρυσοῦν βαβυλὼν ἐν χειρὶ κυρίου, μεθύσκον πᾶσαν τὴν γῆν. ἀπὸ τοῦ οἴνου αὐτῆς ἐπίοσαν ἔθνη. διὰ τοῦτο ἐσαλεύθησαν, καὶ ἄφνω ἔπεσε βαβυλὼν , καὶ συνετρίβη . εἰ δὲ ἑτέρα ἦν παρὰ ταύτην ἡ τῶν ἀσσυρίων βασιλεία ταύτης πρεσβυτέρα, ποίαν ἄν τις ὕλην αὐτὴν καλέσειεν; μαρτυρεῖ δὲ καὶ ὁ θειότατος μωσῆς ταῦθ ̓ οὕτως ἔχειν. ἐν γὰρ τῇ κοσμογενείᾳ περὶ τοῦ νεβρὼδ εἰρηκὼς, ὅτι γίγας ἦν κυνηγὸς ἔναντι κυρίου, ἐπήγαγε καὶ ἐγένετο ἡ ἀρχὴ τῆς βασιλείας αὐτοῦ βαβυλὼν ὀρὲχ καὶ χαλάνη . καὶ οἱ ἔξω δὲ συγγραφεῖς τοὺς βαβυλωνίους ἀσσυρίους προσαγορεύουσι, καὶ μέχρι δὲ τοῦ παρόντος, ὡς φασιν, ἀσσυρίαν αὐτὴν ὀνομάζουσι πέρσαι. οὐκοῦν ἡ μὲν πρώτη ὕλη, ἥτις ἐστὶν ὁ χρυσὸς, τὴν ἀσσυρίων καὶ βαβυλωνίων σημαίνει βασιλείαν. κεφαλὴν δὲ αὐτὴν ὀνομάζει ὡς πρώτην γεγενημένην. ἡ δευτέρα δὲ, ἥτις ἐστὶν ὁ ἄργυρος, ἡ περσῶν ἐστὶ καὶ μήδων. κῦρος γὰρ ἑκατέρωθεν ὁρμώμενος μητρόθεν μὲν ἐκ μήδων, πατρόθεν δὲ ἐκ περσῶν, κατέλυσε μὲν ἀσσυρίων εἴτουν βαβυλωνίων τὴν βασιλείαν, μετατέθεικε δὲ τὴν βασιλείαν εἰς πέρσας. στῆθος δὲ αὐτὸν προσηγόρευσε καὶ βραχιονας, ἵνα δείξῃ τὴν πρὸς δύο ἔθνη συγγένειαν. διὰ μὲν γὰρ τῆς δεξιᾶς τὸ πατρῷον αὐτοῦ σημαίνει γένος. τὸ μητρῷον δὲ διὰ τῆς εὐωνύμου, ὧν τὴν συνάφειαν τὸ στῆθος πεπίστευται, τὴν καρδίαν ἔχον τῶν λογισμῶν τὸ ταμεῖον, λογισμῷ δὲ καὶ τὰ γαμικὰ τελεῖται συμβόλαια. τὸν δὲ χαλκὸν προσηγόρευσε τὴν μακεδονικὴν βασιλείαν μετὰ τὴν περσικὴν ἀναφανεῖσαν, καὶ αὐτὴν ὁμοίως ἁπάντων κρατήσασαν. τὴν κοιλίαν δὲ αὐτῇ καὶ τοὺς μηροὺς ἀπένειμε, τήν τε μοναρχίαν τοῦ ἀλεξάνδρου διὰ τῆς κοιλίας μηνύων καὶ διὰ τῶν μηρῶν τὴν μετὰ τὴν ἐκείνου τελευτὴν γεγενημένην τῆς βασιλείας διαίρεσιν. σίδηρον δὲ τὴν ῥωμαικὴν προσηγόρευσε βασιλείαν. αὕτη δὲ τὴν μακεδονικὴν διεδέξατο. ἀπένειμε δὲ αὐτῇ τὰς κνήμας, ἅτε δὴ περὶ τὸ τέλος οὔσας τοῦ παντὸς σώματος, καὶ φέρειν ἅπαν δυναμενας τὸ σῶμα. τὰς δὲ τῶν ποδῶν βάσεις, σιδηρᾶς μὲν καὶ αὐτὰς ὀστράκῳ δὲ ἀναμεμιγμένας. διὰ δὲ τούτου οὐχ ἑτέραν αἰνίττεται βασιλείαν, ἀλλὰ τὴν αὐτὴν ἀσθενεστέραν ἑαυτῆς ἐσομένην καὶ τῇ τοῦ ὀστράκου ἀσθενείᾳ συμμεμιγμένην. τὴν δὲ τῶν ὑλῶν διαφορὰν ἀνέθηκεν, οὐ τῆς τιμῆς, ἀλλὰ τῆς ἰσχύος δεικνὺς τὸ διάφορον. τοῦ μὲν γὰρ χρυσοῦ ὁ ἄργυρος στεγανώτερος, τοῦ δὲ ἀργύρου στεῤῥότερος ὁχαλκός, ὁ δὲ σίδηρος καὶ αὐτοῦ τοῦ χαλκοῦ πολλῷ τῷ μέτρῳ στερεμνιώτερος. ἡ διαφορὰ τοίνυν οὐκ ἐν τῇ τιμῇ, ἀλλ ̓ ἐν τῇ ἰσχύι τε καὶ δυνάμει. ἀναγκαῖον δὲ ζητῆσαι, τί δήποτε ἐν εἰκόνι τῶν ὑλῶν τούτων ἐθεάσατο τὴν συνθήκην. οὐδὲν γὰρ ἁπλῶς, οὐδὲ μάτην ὑπὸ τοῦ Θεοῦ τῶν ὅλων ἀποκαλύπτεται. ἡ εἰκὼν σχήματα, ἀλλ ̓ οὐ πράγματα, ἔχει. τοιοῦτος δὲ ὁ παρὼν βίος οὐδὲν ἔχων διαρκὲς, οὐδὲ μόνιμον. διὸ καὶ ὁ μακάριος παῦλος ἐβόα ὅτι παράγει τὸ σχῆμα τοῦ κόσμου τούτου . καὶ ἀλλαχοῦ δὲ παραινῶν λέγει· μὴ συσχηματίζεσθε τῷ αἰῶνι τούτῳ . καὶ ὁ μακάριος δὲ δαβὶδ τῆς ἀνθρωπίνης εὐημερίας διελέγχων τὸ μάταιον, φησί· πλὴν τὰ σύμπαντα ματαιότης, πᾶς ἄνθρωπος ζῶν . μέντοι γε ἐν εἰκόνι διαπορεύεται ἄνθρωπος, θησαυρίζει καὶ οὐ γινώσκει τίνι συνάξει αὐτά. ἐπειδὴ τοίνυν καὶ ὁ παρὼν βίος ὀξυῤῥόπους ἔχει τὰςμεταβολάς, θνητὰ γὰρἅπαντα τὰ ὀρώμενα καὶ πρόσκαιρα καὶ ἐπίκηρα, καὶ ἡ εἰκὼν δὲ τῶν μὲν πραγμάτων τὴν ἐνέργειαν οὐκ ἔχει, μόνα δὲ τὰ σχήματα δείκνυσι βασιλέων, καὶ ἀρχόντων καὶ ὑπηκόων, πρὸς δὲ τούτοις καὶ αὐτὸ τὸ σχῆμα εὐδιάλυτον ἔχει. εἰκότως ὁ τῶν ὅλων θεὸς τὸν ἀλαζόνα ἐκεῖνον παιδεῦσαι βουληθεὶς βασιλέα τῆς ἀνθρωπίνης ὀφρύος τὸ μάταιον, καὶ διδάξαι, ὅτι ῥᾴστην ἔχει τὰ ἀνθρώπινα τὴν μεταβολήν, εἰκόνα μὲν αὐτῷ ὄναρ προτίθησι, τὰ δὲ ταύτης μόρια μερίζει ταῖς ὕλαις, τὰς συχνὰς καὶ ἐπαλλήλους τῶν βασιλέων διδάσκων διαδοχάς καὶ πείθωνἅπαντας, ὡς αὐτὸς μόνος διηνεκὲς ἔχει τὸ κράτος, ἄναρχόν τε καὶ ἀτελεύτητον, καὶ ἁπαξαπλῶς αἰώνιον τὴν βασιλείαν. τούτοις ἐπάγει ὁ μακάριος δανιὴλ τὰ λοιπὰ τοῦ ἐνυπνίου διδάσκων.

---

Theodoretus Cyrensis, Interpretatio in Danielem (Ms A), ed. Philip Schmitz Editor. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg028.local013/.
