# Interpretatio in Danielem (Ms A) 34-2

Theodoretus, Interpretatio in Danielem (Ms A), θεοδωρήτου ἐπισκόπου κύρου ἑρμηνεία εἰς τὸν προφήτην δανιήλ, τόμος τέταρτος. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-danielem-ms-a/34-2

μετὰ γάρ φησι τὸ τέλος τῶν ἡμερῶν, ἐγὼ ναβουχοδονόσορ τοὺς ὀφθαλμούς μου εἰς τὸν οὐρανὸν ἀνέλαβον. οὐχ ἁπλῶς δὲ προστέθεικε τὸ ἐγὼ ἀλλὰ διδάσκων ἅπαντας ἀνθρώπους, ὡς ὁ τῇ ἀλαζονείᾳ ἐκείνῃ χρησάμενος, ὁ εἰρηκώς· τίς ἐστιν ὁ θεός, ὃς ἐξελεῖται ὑμᾶς ἐκ τῶν χειρῶν μου; ὁ ὀνειροπολήσας τὸν οὐρανὸν ἀναβῆναι, καὶ ἐπάνω τῶν ἀστέρων θεῖναι τὸν θρόνον μου, ἐδιδάχθην τῇ πείρᾳ τὸ δέον, ἔμαθον διὰ τῆς τιμωρίας σωφρονεῖν, τὴν ἐμαυτοῦ δουλείαν ἐπέγνων. διὸ καὶ ἀνέλαβον τοὺς ὀφθαλμούς μου εἰς τὸν οὐρανὸν καὶ ἅμα τε τοῦτο ἐποίησα, καὶ αἱ φρένες μου ἐπεστράφησαν. ἀντὶ τοῦ, τῆς παραφροσύνης ἐλεύθερος ἐγενόμην, καὶ τὸν λογισμὸν ἐῤῥώσθην· παραυτίκα δὲ ὑγιᾶ τὸν νοῦν ἀπέλαβον. καὶ τὸν ὕψιστον εὐλόγησα, καὶ τὸν ζῶντα εἰς τοὺς αἰῶνας ᾔνεσα, ὅτι ἡ ἐξουσία αὐτοῦ ἐξουσία αἰώνιος, καὶ ἡ βασιλεία αὐτοῦ εἰς γενεὰν καὶ γενεάν. γνοὺς γὰρ τῇ πείρᾳ, τί μὲν ἄνθρωπος, τί δὲ θεός, τὸν μὲν ὕψιστον καὶ ζῶντα προσαγορεύει, καὶ βασιλέα αἰώνιον ἀποκαλεῖ, τὴν δὲ οἰκείαν εὐτέλειαν ἐπιγινώσκει. διό φησι·

---

Theodoretus Cyrensis, Interpretatio in Danielem (Ms A), ed. Philip Schmitz Editor. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg028.local013/.
