# Interpretatio in Danielem (Ms A) 35

Theodoretus, Interpretatio in Danielem (Ms A), θεοδωρήτου ἐπισκόπου κύρου ἑρμηνεία εἰς τὸν προφήτην δανιήλ, τόμος τέταρτος. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-danielem-ms-a/35

καὶ πάντες οἱ κατοικοῦντες τὴν γῆν εἰς οὐδὲν ἐλογίσθησαν. μέχρι μὲν γὰρ τοῦ παρόντος ᾤμην εἶναι ἐμαυτὸν μέγιστόν τε καὶ ὑψηλότατον, νῦν δὲ ἔγνων σαφῶς, ὡς πᾶσα τῶν ἀνθρώπων ἡ φύσις θεῷ παραβαλλομένη οὐδέν ἐστι. καὶ ζητήσας εὐτελείας προσηγορίαν, καὶ μὴ εὑρὼν ἀξίαν, τὸ οὐδὲν τέθεικεν, ἔμφασιν ἔχον ἱκανὴν τοῦ σφαλεροῦ καὶ εὐδιαλύτου τῆς φύσεως. καὶ τὸν μὲν θεὸν καὶ ὕψιστον καὶ δεσπότην καὶ ζῶντα καὶ βασιλέα αἰώνιον ἀπεκάλεσεν, ἅπαντας δὲ ἀνθρώπους οὐδὲν προσηγόρευσεν. οὕτω δὲ καὶ ὁ μακάριος ἡσαΐας τοῖς εἰδώλοις τὴν θείαν παραβάλλων φύσιν, τὸ τῶν ἀνθρώπων εἰς μέσον παρήγαγε γένος. εἰ γὰρ πάντα τὰ ἔθνη, φησίν, ὡς σταγὼν ἀπὸ κάδου, καὶ ὡς ῥοπὴ ζυγοῦ ἐλογίσθησαν, καὶ ὡς σίελος λογισθήσονται· ὁ δὲ λίβανος οὐχ ἱκανὸς εἰς καῦσιν, καὶ πάντα τὰ τετράποδα οὐχ ἱκανὰ εἰς ὁλοκάρπωσιν, καὶ πάντα τὰ ἔθνη εἰς οὐδέν εἰσι, καὶ εἰς οὐδὲν ἐλογίσθησαν αὐτῷ· τίνι ὁμοιώσετε κύριον; καὶ τίνι ὁμοιώματι ὁμοιώσετε αὐτόν; τοσαύτην ὠφέλειαν ὁ ναβουχοδονόσορ ἐκ τῶν συμφορῶν ἐδέξατο, ὅτι προφητικῶς περὶ θεοῦ καὶ φρονεῖ καὶ φθέγγεται· καὶ ὡς ἐκ συμφωνίας τινὸς ἀπὸ κτίσεως πᾶσαν τὴν ὑμνωδίαν ὑφαίνει. πάντες, φησίν, οἱ κατοικοῦντες τὴν γῆν ὡς οὐδὲν ἐλογίσθησαν, καὶ κατὰ τὸ θέλημα αὐτοῦ ποιεῖ ἐν τῇ δυνάμει τοῦ οὐρανοῦ, καὶ ἐν τῇ κατοικίᾳ τῆς γῆς. καὶ αὕτη δὲ ἑτέρου προφήτου διδασκαλία. ὁ γὰρ μακάριος δαβὶδ λέγει· πάντα ὅσα ἠθέλησεν ὁ κύριος ἐποίησεν ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ. τοῦτο καὶ οὗτος κηρύττει. ἃ γὰρ θέλει, φησί, καὶ ἐν τῇ δυνάμει τοῦ οὐρανοῦ καὶ ἐν τῇ κατοικίᾳ τῆς γῆς, πρυτανεύει καὶ δεσπόζει, οὐ μόνον τῆς γῆς, ἀλλὰ καὶ αὐτῶν τῶν οὐρανῶν. εἶτα καὶ τὸ ἄμαχον δεικνὺς τῆς δυνάμεως· καὶ οὐκ ἔστι, φησίν, ὃς ἀντιστήσεται τῇ χειρὶ αὐτοῦ καὶ ἐρεῖ αὐτῷ· τί τοῦτο ἐποίησας; ἀνάγκη γὰρ στέργειν τὰ ὑπ’ αὐτοῦ γινόμενα, ἐάν τε θυμήρη, ἐάν τε ἀλγεινὰ ᾗ· τολμηρὸν γὰρ τὸ ἀντιτείνειν, καὶ αἰτιᾶσθαι τὰ ὑπ’ αὐτοῦ σοφῶς πρυτανευόμενα. ταῦτα, φησί, γνοὺς καὶ ὁμολογήσας, καὶ τὸν ὕψιστον δοξάσας, εἰς ἐμαυτὸν ἐπανῆλθον, καὶ τὴν προτέραν βασιλείαν μετ’ εὐσεβείας ἀπέλαβον.

---

Theodoretus Cyrensis, Interpretatio in Danielem (Ms A), ed. Philip Schmitz Editor. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg028.local013/.
