# Interpretatio in Danielem (Ms A) 4-10

Theodoretus, Interpretatio in Danielem (Ms A), θεοδωρήτου ἐπισκόπου κύρου ἑρμηνεία εἰς τὸν προφήτην δανιήλ, τόμος ι. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-danielem-ms-a/4-10

καὶ ἐν ἡμέρᾳ εἰκάδι τετάρτῃ τοῦ μηνὸς τοῦ πρώτου, ἐν τῷ τρίτῳ ἔτει, ἐγὼ ἤμην ἐχόμενα τοῦ ποταμοῦ τοῦ μεγάλου, αὐτός ἐστι τίγρις . ἐπισημήνασθαι δεῖ καὶ τὸν μῆνα καὶ τὰς τῆς νηστείας ἡμέρας εἰς ἔλεγχον τῆς ἰουδαίων παρανομίας. τῇ γὰρ τεσσαρεσκαιδεκάτῃ τοῦ πρώτου μηνὸς πρὸς ἑσπέραν τοῦ θείου νόμου προστάττοντος ἐπιτελεῖν τὸ πάσχα ὁ μακάριος δανιὴλ μέχρι τῆς τετάρτης εἰκάδος ἄσιτος διετέλει. εἰ δὲ εἴποιεν οἱ ἰουδαῖοι, ὅτι ἄρτον ἐπιθυμιῶν οὐκ ἔφαγεν, ἅτε δὴ ἄρτους ἀζύμους ἐσθίων, πρῶτον μὲν τὴν οἰκείαν ἄνοιαν καὶ διὰ τούτων ἐλέγχουσι – ἄρτος γὰρ καλεῖται καὶ ὁ ζυμίτης, καὶ ὁ ἄζυμος –, ἔπειτα δὲ τὰ ἐπαγόμενα ἀντικρὺς αὐτῶν ἐμφράττει τὸ ἀναίσχυντον στόμα. κρέας γάρ φησι καὶ οἶνος οὐκ εἰσῆλθεν εἰς τὸ στόμα μου. εἰ δὲ κρεῶν οὐ μετέλαβε, πῶς τὸ πάσχα ἐπετέλει; τὸ γὰρ πάσχα οὐδὲν ἕτερον ἢ ἀμνὸς ἄρσην , ἄμωμος πρὸς ἑσπέραν θυόμενος καὶ ὀπτώμενος. ὁ τοίνυν κρεῶν μὴ μεταλαβών πῶς τὸ πάσχα ἐπετέλει; οὐκοῦν οὐκ ἐτέλεσε τὸ πάσχα τῷ νόμῳ πειθόμενος, ὃς διαρρήδην παρακελεύεται τὰς τρεῖς ἐπιτελεῖν ἑορτὰς εἰς τὸν τόπον, ὃν ἂν ἐκλέξηται κύριος ὁ θεός. ἐναργῶς τοίνυν παρανομοῦσιν οἱ ἰουδαῖοι ταύτας ἐν τῇ ξένῃ τολμῶντες ἐπιτελεῖν. ἡμεῖς δὲ ἐπὶ τὸ προκείμενον ἐπανέλθωμεν· τῇ τετάρτῃ φησὶ καὶ εἰκάδι τοῦ πρώτου μηνὸς ἐν τῷ τρίτῳ ἔτει, ἐγὼ ἤμην ἐχόμενα τοῦ ποταμοῦ τοῦ μεγάλου, αὐτός ἐστι τίγρης . πάλιν καὶ ἐντεῦθεν διδασκόμεθα, ὡς οὐκ ἔσφαλται ὁ χρόνος· καὶ γὰρ ἐνταῦθα τῷ τρίτῳ ἔτει, ἀλλ’ οὐ τῷ πρώτῳ ἔφη τὴν ὀπτασίαν ἑωρακέναι.

---

Theodoretus Cyrensis, Interpretatio in Danielem (Ms A), ed. Philip Schmitz Editor. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg028.local013/.
