# Interpretatio in Danielem (Ms A) 4-2

Theodoretus, Interpretatio in Danielem (Ms A), θεοδωρήτου ἐπισκόπου κύρου ἑρμηνεία εἰς τὸν προφήτην δανιήλ, λόγος α. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-danielem-ms-a/4-2

καὶ εἶπεν ὁ βασιλεὺς ἀσφανὲζ τῷ ἀρχιευνούχῳ αὑτοῦ εἰσαγαγεῖν ἀπὸ τῶν υἱῶν τῆς αἰχμαλωσίας τῶν υἱῶν ἰσραὴλ καὶ ἀπὸ τοῦ σπέρματος τῆς βασιλείας καὶ ἀπὸ τῶν φορθομμὶν νεανίσκους, ἐν οἷς οὐκ ἔστιν ἐν αὐτοῖς μῶμος, καλοὺς τῇ ὄψει καὶ συνιέντας ἐν πάσῃ σοφίᾳ καὶ γινώσκοντας γνῶσιν καὶ σοφίαν, καὶ διανοουμένους φρόνησιν, ἐν οἷς ἐστιν ἰσχὺς ἐν αὐτοῖς, τοῦ ἑστάναι ἐν τῷ οἴκῳ τοῦ βασιλέως καὶ τοῦ διδάξαι αὐτοὺς γράμματα καὶ γλῶσσαν χαλδαίων ὁ μὲν οὖν τῶν ὅλων θεὸς ἐξελέξατο τὰ μωρὰ τοῦ κόσμου καὶ τὰ ἀσθενῆ καὶ τὰ ἐξουθενημένα ἵνα διὰ τούτων καταισχύνῃ τοὺς σοφοὺς καὶ δυνατούς ἄνθρωποι δὲ σωμάτων ὥραν καὶ μέγεθος καὶ ῥώμην ἐπιζητοῦσι καὶ σοφίαν οὐ τὴν τὰ θεῖα γινώσκουσαν, ἀλλὰ τὴν εὐγλωττίᾳ κεκομψευμένην. ἔστι τοίνυν καὶ ἐντεῦθεν μαθεῖν ὁπόσον τῶν θείων καὶ ἀνθρωπίνων τὸ μέσον. δηλοῖ δὲ τοῦ βασιλέως τὴν ἀλαζονείαν, τὸ μὴ μόνον τοὺς ἄλλους αἰχμαλώτους ὑπηρέτας ἐθελῆσαι λαβεῖν, ἀλλὰ καὶ τοὺς ἐκ τοῦ βασιλικοῦ γένους ὑπάρχοντας. πληροῦται δὲ ὅμως ἐνταῦθα ἡ ἡσαίου πρόῤῥησις, ἣν ἐζεκίᾳ βασιλεῖ προεῖπεν. ἄκουσον γάρ φησιν τὸν λόγον κυρίου σαβαὼθ, ὃν ἐλάλησε πρός με· ἰδοὺ ἡμέραι ἔρχονται καὶ λήψονται πάντα τὰ ἐν τῷ οἴκῳ σου καὶ ὅσα συνήγαγον οἱ πατέρες σου ἕως τῆς ἡμέρας ταύτης εἰς βαβυλῶνα ἥξει καὶ οὐδὲν οὐ μὴ καταλίπωσιν, εἶπεν δὲ ὁ θεός ὅτι καὶ ἀπὸ τῶν τέκνων σου ὧν γεννήσεις λήψονται, καὶ ποιήσουσι σπάδοντας ἐν τῷ οἴκῳ τοῦ βασιλέως τῶν βαβυλωνίων. ταύτης ἡμᾶς τῆς προφητείας ἀναμιμνήσκων ὁ μακάριος δανιήλ φησιν προστάξαι τὸν βασιλέα εἰσαγαγεῖν ἀπὸ τῆς αἰχμαλωσίας τῶν υἱῶν ἰσραὴλ καὶ ἀπὸ τοῦ σπέρματος τῆς βασιλείας, καὶ ἀπὸ τῶν φορθομμὶν. φορθομμὶν δὲ τὰς παρθένους ἐκάλεσε τῇ ἑβραίων φωνῇ ὁ δὲ σύμμαχος τὸ φορθομμὶν ἐπιλέκτους ὠνόμασε καὶ ἡρμήνευσε.

---

Theodoretus Cyrensis, Interpretatio in Danielem (Ms A), ed. Philip Schmitz Editor. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg028.local013/.
