# Interpretatio in Danielem (Ms A) 43-3

Theodoretus, Interpretatio in Danielem (Ms A), θεοδωρήτου ἐπισκόπου κύρου ἑρμηνεία εἰς τὸν προφήτην δανιήλ, τόμος ι. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-danielem-ms-a/43-3

καὶ ἐκτενεῖ φησι τὴν χεῖρα αὐτοῦ ἐπὶ τὴν γῆν αἰγύπτου, καὶ ἡ γῆ αἰγύπτου οὐκ ἔσται εἰς σωτηρίαν, καὶ κυριεύσει ἐν τοῖς ἀποκρύφοις τοῦ χρυσίου καὶ τοῦ ἀργυρίου, καὶ ἐν πᾶσιν ἐπιθυμητοῖς αἰγύπτου , καὶ λιβύων καὶ αἰθιόπων, καὶ ἐν τοῖς ὀχυρώμασιν αὐτῶν. καὶ ταῦτα δὲ ἥκιστα ἁρμόττει τῷ ἀντιόχῳ· οὔτε γὰρ λιβύης, οὔτε αἰθιοπίας ἐκράτησεν, οὔτε δὲ αὐτῆς τῆς αἰγύπτου. προσταχθεὶς γὰρ ὑπὸ ῥωμαίων ἀνέστρεψεν· ὥστε ἐντεῦθεν σημαίνεσθαι τὰ τρία κέρατα, ἃ τὸ μικρὸν κέρας ἀνέτρεψεν. καὶ γὰρ ἐνταῦθα τρία ἔθνη μέγιστα, αἴγυπτον καὶ αἰθιοπίαν, καὶ λιβύην, ὑπὸ τριῶν, ὡς εἰκὸς βασιλέων κατεχόμενα καταλύσει οὗτος, καὶ ὑφ’ ἑαυτὸν ποιήσεται.

---

Theodoretus Cyrensis, Interpretatio in Danielem (Ms A), ed. Philip Schmitz Editor. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg028.local013/.
