# Interpretatio in Danielem (Ms A) 43

Theodoretus, Interpretatio in Danielem (Ms A), θεοδωρήτου ἐπισκόπου κύρου ἑρμηνεία εἰς τὸν προφήτην δανιήλ, ὅρασις α, τόμος β. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-danielem-ms-a/43

καὶ ὅτι εἶδες τὸν σίδηρον ἀναμεμιγμένον τῷ ὀστράκῳ τῷ πηλίνῳ, συμμιγεῖς ἔσονται ἐν σπέρματι ἀνθρώπων . τοῦτο δὲ μάλιστα δείκνυσιν, ὠς οὐχ ἑτέρα ἐστὶν αὐτὴ ἡ βασιλεία παρὰ τὸν σίδηρον, ἀλλ ̓ ἡ αὐτὴ ἀσθενέστερον διακειμένη, καὶ μέρος μέν τι αὐτῆς ἰσχυρόν, μέρος δέ τι ἀσθενές· συγγενείας δὲ ὅμως δεσμὸς συνάψει τὴν ἀσθενῆ μοῖραν τῇ ἰσχυρᾷ. τὸ γὰρ συμμειγεῖς ἔσονται ἐν σπέρματι ἀνθρώπων , τοῦτο δηλοῖ. ἐπιμιξία, φησί, τίς ἔσται καὶ ἐπιγαμία τούτων κἀκείνων, ἀλλ’ ὅμως ἡ διχόνοια τὰ τῆς συγγενείας δίκαια διαφθερεῖ. οὐκ ἔσονται γάρ φησί προσκολλώμμενοι οὗτος μετὰ τούτου, καθὼς ὁ σίδηρος οὐκ αναμίγνυται τῷ ὀστράκῳ. ἡμεῖς μὲν οὖν οὕτω τοῦ θεσπεσίου δανιὴλ τὴν ἑρμηνείαν νενοήκαμεν. προσήκει δὲ καὶ ἐνίων τῶν πρὸ ἡμῶν ἡρμηνευκότων τὰς δόξας εἰς μέσον παραγαγεῖν οὕτω γὰρ ἐναργέστερον ἡ ἀλήθεια δειχθήσεται. τινὲς τοίνυν τῶν συγγραφέων τὴν τετάρτην βασιλείαν, τουτέστι τὸν σίδηρον, ἀλέξανδρον ἔφασαν εἶναι τὸν μακεδόνα, τοὺς δὲ πόδας καὶ τοὺς δακτύλους ποδῶν ἐκ σιδήρου καὶ ὀστράκου συγκειμένους, τοὺς μετ ̓αὐτὸν βασιλεύσαντας μακεδόνας πτολεμαίους καὶ σελεύκους καὶ ἀντιόχους καὶ δημητρίους, τοὺς μὲν ἀσθενῶς, τοὺς δὲ λίαν ἀνδρικῶς κρατήσαντας καὶ ἐπιγαμίαν δὲ ποιησαμένους καὶ τὴν ἀλλήλων ἀσπασαμένους συγγένειαν. ἔδει δὲ αὐτοὺς συνιδεῖν, πρῶτον μὲν ὅτι τὴν κεφαλὴν τὴν χρυσῆν αὐτὸν ἔφη εἶναι τὸν ναβουχοδονόσορ , τουτέστι τὴν τῶν βαβυλωνίων, εἴτουν ἀσσυρίων, βασιλείαν. διεδέξατο δὲ αὐτὴν ἡ περσῶν καὶ μήδων βασιλεία κατὰ ταυτόν· ὁ γὰρ κῦρος ἐξ ἑκατέρου ἔθνους ἦν ὁρμώμενος καὶ τούτων κἀκείνων κρατῶν τῶν βαβυλωνίων καταλύσας τὴν βασιλείαν ἐκράτησε τῶν περσῶν. τὴν δὲ περσῶν δευτέραν οὖσαν ἀλέξανδρος ὁ μακεδὼν καταλύει, καὶ αὐτὸν ἔφη ὁ μακάριος δανιὴλ κυριεῦσαι πάσης τῆς γῆς. ταύτην δὲ τὴν βασιλείαν τρίτην ὠνόμασεν. οὐδεμία δὲ αὐτὴν ἑτέρα, ἀλλ ̓ ἡ τῶν ῥωμαίων διεδέξατο. ἔδει τοιγαροῦν αὐτοὺς πρῶτον μὲν ἐκ τοῦ ἀριθμοῦ καὶ τῶν παραδηλωθέντων πραγμάτων συνιέναι καὶ μαθεῖν, ὡς τρίτη ἐστὶν ἡ τῶν μακεδόνων βασιλεία, τουτέστιν ὁ χαλκός. τετάρτη δὲ ἡ ῥωμαίων, τουτέστιν ὁ σίδηρος. εἰ δὲ καὶ ὅλως ἀσαφέστερα αὐτοῖς ἔδοξεν εἶναι ἐκεῖνα, ἀπὸ γοῦν τοῦ τέλους ἔδει πᾶσαν διαγνῶναι τὴν πρόῤῥησιν. εὐθὺς γὰρ μετὰ τὸ δεῖξαι τῆς σιδηρᾶς βασιλείας τὸ ἀσθενὲς καὶ ὀστράκινον τέλος, ἐπήγαγε·

---

Theodoretus Cyrensis, Interpretatio in Danielem (Ms A), ed. Philip Schmitz Editor. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg028.local013/.
