# Interpretatio in Danielem (Ms A) 45

Theodoretus, Interpretatio in Danielem (Ms A), θεοδωρήτου ἐπισκόπου κύρου ἑρμηνεία εἰς τὸν προφήτην δανιήλ, λόγος τρίτος. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-danielem-ms-a/45

δὸς δόξαν τοίνυν τῷ ὀνόματί σου, κύριε. καὶ ἐντραπείησαν πάντες οἱ ἐνδεικνύμενοι τοῖς δούλοις σου κακά, καὶ καταισχυνθείησαν ἀπὸ πάσης δυναστείας, καὶ ἡ ἰσχὺς αὐτῶν συντριβείη. γνώτωσαν ὅτι σὺ κύριος ὁ θεὸς μόνος καὶ ἔνδοξος ἐφ ̓ ὅλην τὴν οἰκουμένην. ταύτης γὰρ εἰς ἡμᾶς γινομένης φιλανθρωπίας, καταλυθήσεται μὲν τῶν ἐναντίων τὸ θράσος, σβεσθήσεται δὲ αὐτῶν ἡ λύττα καὶ τὸ φρόνημα αὐτῶν τὸ ὑψηλὸν συντριβήσεται καὶ γνώσονταί σε μόνον εἶναι κύριον τε καὶ θεὸν ὑπὸ πάσης ἄξιον ὑμνεῖσθαι τῆς οἰκουμένης. καὶ οἱ νῦν πολλοὺς προσκυνοῦντες θεούς, , τῶν μὲν οἰκείων θεῶν γνώσονται τὴν ἀσθένειαν, τὴν δὲ σὴν προσκυνήσουσι δύναμιν. οἱ μὲν οὖν ἔνδον ἐν τῇ καμίνῳ χορεύοντες οὕτω τὸν θεὸν ὑμνοῦντες καὶ ἱκετεύοντες διετέλουν, οἱ δὲ τοῦ βασιλέως ὑπηρέται καὶ τῶν ἁγίων κατήγοροι οὐκ ἔληγον ὕλην τῇ φλογὶ χορηγοῦντες, πίσσαν, καὶ κληματίδας καὶ A στίππυον καὶ νάφθαν. εἶδος δὲ τοῦτό ἐστιν ἐν ἐκείνῃ τῇ χώρᾳ γινόμενον, ἐξάψαι τὴν φλόγα δυνάμενον. τοσαύτη δὲ ἦν ἡ χορηγουμένη τῇ πυρᾷ τροφὴ ὡς ἐπ ̓ ἐννέα καὶ τεσσαράκοντα πήχεις διαχυθῆναι καὶ τῶν χαλδαίων ἐμπρῆσαι τοὺς πλησιάζοντας. καὶ οἱ μὲν ἔξωθεν ἐξῆπτον τὴν φλόγα· θεῖος δὲ ἄγγελος ἐσκεδάννυ τὴν φλόγα καὶ τὸ μέσον τῆς καμίνου τῶν ἀνθράκων ἐγύμνο· καὶ αὖράν τινα ψυχράν τε καὶ μετρίως ὑγρὰν· καὶ πολλὴν τοῖς ἁγίοις ἡδονὴν πραγματευομένην, ὠδίνειν τὸ πῦρ παρεσκεύαζε, καὶ ταύτην τοῖς τῶν ἁγίων ἐπαφιέναι σώμασιν.

---

Theodoretus Cyrensis, Interpretatio in Danielem (Ms A), ed. Philip Schmitz Editor. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg028.local013/.
