# Interpretatio in Danielem (Ms A) 46

Theodoretus, Interpretatio in Danielem (Ms A), θεοδωρήτου ἐπισκόπου κύρου ἑρμηνεία εἰς τὸν προφήτην δανιήλ, ὅρασις α, τόμος β. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-danielem-ms-a/46

τότε γάρ, φησίν, ὁ βασιλεὺς ναβουχοδονόσορ ἐπὶ πρόσωπον ἔπεσε καὶ τῷ δανιὴλ προσεκύνησε καὶ μαναὰ καὶ εὐωδίαν εἶπεν σπεῖσαι αὐτῷ . ἐνθυμήθητι δὲ ἡλίκον ἐστὶν ἐκεῖνον τὸν ἀλαζόνα τὸν μεμηνότα τὸν καὶ θεὸν ἑαυτὸν εἶναι νομίσαντα δι ̓ ἑτέρου γὰρ προφήτου φησὶν ὁ θεὸς πρὸς αὐτόν σὺ δὲ εἶ ἄνθρωπος καὶ οὐ θεός ), τὸν πάντας ἀνθρώπους ὑπηκόους ποιησάμενον, τὸν αἰχμάλωτον προσκυνεῖν τὸν ἰουδαῖον τὸν ἀνδραπόδου τάξιν ἀποπληροῦντα καὶ ἡγεῖσθαι διὰ τούτου τὸν τούτου προσκυνεῖν θεόν. τούτου γὰρ χάριν, φησίν, εἶπε μαναὰ καὶ εὐωδίαν σπεῖσαι αὐτῷ, τουτέστι, λιβανωτὸν καὶ θυμίαμα προσενεχθῆναι αὐτῷ ἐνετείλατο. αἰνίττεται δὲ διὰ τούτων ἡ ἱστορία, ὡς τοῖς δοκοῦσιν ἱερεῦσι τοῦτο ποιῆσαι παρεγγύησεν. ὁ γὰρ προσκυνήσας πάντως ἂν καὶ τὴν εὐωδίαν προσενηνόχει, εἴπερ ἱερατεύειν εἰώθει. ἐπειδὴ δὲ τοῦτο πάντως ἑτέροις ἁρμόττον ἦν αὐτὸς μὲν οὐκ ἐπεχείρει ποιεῖν ἃ μὴ δὲ προσῆκον ἦν, τοῖς δὲ ποιεῖν εἰωθόσι τοῦτο ποιῆσαι παρακελεύεται. καὶ ἵνα μὴ δόξῃ μάτην ἄνθρωπον προσκυνεῖν, λέγει τῷ δανιήλ ·

---

Theodoretus Cyrensis, Interpretatio in Danielem (Ms A), ed. Philip Schmitz Editor. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg028.local013/.
