# Interpretatio in Danielem (Ms A) 48

Theodoretus, Interpretatio in Danielem (Ms A), θεοδωρήτου ἐπισκόπου κύρου ἑρμηνεία εἰς τὸν προφήτην δανιήλ, ὅρασις α, τόμος β. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-danielem-ms-a/48

ἐμεγάλυνε τὸν δανιὴλ καὶ δόματα πολλὰ καὶ μεγάλα ἔδωκεν αὐτῷ καὶ κατέστησεν αὐτὸν ἐπὶ πάσης τῆς χώρας βαβυλῶνος καὶ ἄρχοντα σατράπῶν καὶ ἐπὶ πάντας τοὺς σοφοὺς βαβυλῶνος . καὶ τοῦτο δὲ τῆς θείας κηδεμονίας ἴδιον μεγίστην γὰρ φέρει τοῖς ὑπηκόοις τὴν ὠφέλειαν τοῦ ἄρχοντος ἡ εὐσέβεια· τοῦτο δὲ καὶ ἐπὶ τοῦ ἰωσὴφ πεποίηκεν ὁ δεσπότης καὶ συντομώτερον ὁ μακάριος δαβὶδ τὰ κατ’ αὐτὸν διηγούμενος καὶ τὴν θείαν πρόνοιαν ἀνυμνῶν, φησίν, ἐξαπέστειλεν ἔμπροσθεν αὐτῶν ἄνθρωπον, εἰς δοῦλον ἐπράθη ἰωσήφ . εἶτα τὰ συμβεβηκότα αὐτῷ δυσχερήματα λέξας, καὶ τῆςεἱρκτῆς, καὶ τῶνδεσμῶν μνημονεύσας ἐπήγαγεν· ἀπέστειλε βασιλεύς, καὶ ἔλυσεν αὐτὸν ἄρχων λαοῦ καὶ ἀφῆκεν αὐτόν, καὶ κατέστησεν αὐτὸν κύριον τοῦ οἴκου αὑτοῦ, καὶ ἄρχοντα πάσης τῆς κτήσεως αὑτοῦ τοῦ παιδεῦσαι τοὺς ἄρχοντας αὐτοῦ, ὡς ἑαυτόν, καὶ τοὺς πρεσβυτέρους αὐτοῦ σοφίσαι . οὕτω κἀντεῦθεν πεποίηκε τῶν ὅλων ὁ πρύτανις. ἄρχοντα γὰρ σατραπῶν καὶ τῶν σοφῶν βαβυλῶνος τὸν τρισμακάριον δανιὴλ καταστήσας, ἀρχέτυπον αὐτὸν εὐσεβείας καὶ τῆς ἄλλης προὔθηκεν ἀρετης. ἀλλ ̓ ὅμως οὐκ ἠνέσχετο μόνος ταύτης ἀπολαῦσαι τῆς τιμῆς ὁ προφήτης, ἀλλὰ τοὺς κοινωνοὺς τῆς εὐχῆς κοινωνοὺς ἔλαβε καὶ τῆς τιμῆς.

---

Theodoretus Cyrensis, Interpretatio in Danielem (Ms A), ed. Philip Schmitz Editor. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg028.local013/.
