# Interpretatio in Danielem (Ms A) 49

Theodoretus, Interpretatio in Danielem (Ms A), θεοδωρήτου ἐπισκόπου κύρου ἑρμηνεία εἰς τὸν προφήτην δανιήλ, ὅρασις α, τόμος β. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-danielem-ms-a/49

ᾐτήσατο γάρ, φησί , παρὰ τοῦ βασιλέως καὶ κατέστησεν ἐπὶ πάντα τὰ ἔργα τῆς χώρας βαβυλῶνος τὸν σεδρὰχ , μισὰχ καὶ ἀβδεναγώ , καὶ δανιὴλ ἦν ἐν τῇ αὐλῇ τοῦ βασιλέως . συμβαίνει καὶ ταῦτα τῇ τοῦ ἀποστόλου διδασκαλίᾳ νῦν γάρ, φησί, μένει πίστις, ἐλπίς, ἀγάπη τὰ τρία ταῦτα μείζων δὲ πάντων ἡ ἀγάπη . καὶ γὰρ καὶ οὗτος ὁ θεῖος προφήτης ἠγάπησε μὲν τὸν θεὸν ἐξ ὅλης καρδίας καὶ ἐξ ὅλης ψυχῆς καὶ ἐξ ὅλης καὶ ἐξ ὅλης δυνάμεως. ἀγαπήσας δὲ θερμῶς ἐπίστευσεν εἰλικρινῶς, εἰλικρινῶς δὲ πιστεύσας ἤλπισε τῆς παρ ̓ αὐτοῦ τεύξεσθαι βοηθείας, τυχὼν δὲ ὧν ἤλπισεν, ἔδειξε τὴν περὶ τὸν πέλας ἀγάπην, καὶ κοινωνοὺς τοὺς ὁμοφύλους, ὧν ἔλαβεν, ἐποιήσατο. ὅσα δὲ προεγράφη εἰς τὴν ἡμετέραν διδασκαλίαν προεγράφη, ἵνα διὰ τῆς ὑπομονῆς, καὶ διὰ τῆς παρακλήσεως τῶν γραφῶν τὴν ἐλπίδα ἔχωμεν ἐν χριστῷ ἰησοῦ, μεθ’ οὗ τῷ πατρὶ δόξα σὺν τῷ ἁγίῳ πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἀμήν.

---

Theodoretus Cyrensis, Interpretatio in Danielem (Ms A), ed. Philip Schmitz Editor. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg028.local013/.
