# Interpretatio in Danielem (Ms A) 5-5

Theodoretus, Interpretatio in Danielem (Ms A), θεοδωρήτου ἐπισκόπου κύρου ἑρμηνεία εἰς τὸν προφήτην δανιήλ, τόμος ζ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-danielem-ms-a/5-5

καὶ ἰδοὺ θηρίον ἕτερον ὅμοιον ἄρκτῳ, καὶ εἰς μέρος ἓν ἐστάθη, καὶ τρία πτερὰ ἐν τῷ στόματι αὐτῆς ἀναμέσον τῶν ὀδόντων αὐτῆς, καὶ οὕτως ἔλεγον αὐτῇ· ἀνάστα, φάγε σάρκας πολλάς. τὴν περσικὴν ἐνταῦθα βασιλείαν αἰνίττεται· ἄρκῳ δὲ αὐτὴν ἐοικέναί φησὶ διὰ τὸ τῶν τιμωριῶν ὠμὸν καὶ ἀπηνές. βαρβάρων γὰρ ἁπάντων ὠμότεροι περὶ τὰς τιμωρίας οἱ πέρσαι, ἐκδοραῖς χρώμενοι, καὶ τῇ κατὰ μέρος τῶν μορίων ἐκτομῇ μακρὰς τὰς κολάσεις μηχανώμενοι, καὶ πικρὸν κατασκευάζοντες τοῖς κολαζομένοις τὸν θάνατον. διὰ τοῦτο, φησί, καὶ ἔλεγον αὐτῇ· ἀνάστα, φάγε σάρκας πολλάς. οὐκ ἐπιτρέποντες τοῦτο ποιεῖν, ἀλλὰ προλέγοντες τὰ ἐσόμενα, καὶ τὸ ὠμὸν καὶ ἀνήμερον προσμαρτυροῦντες. τρία δέ φησι πτερὰ ἐν τῷ στόματι αὐτῆς. τῶν τριῶν γὰρ τῆς οἰκουμένης τμημάτων ἐκράτησε, τοῦ ἑῷου καὶ τοῦ βορείου, καὶ τοῦ νοτίου. κῦρος μὲν γὰρ ὁ πρῶτος περσῶν βασιλεύσας τὸ ἑῷιον ἅπαν μέχρι τοῦ ἑλλησπόντου ὑφ’ ἑαυτὸν ἐποιήσατο· καμβύσης δὲ ὁ τούτου παῖς καὶ τὴν αἴγυπτον ἐχειρώσατο, καὶ αἰθίοπας ὑπηκόους ἀπέφηνε· δαρεῖος δὲ ὁ τοῦ ὑστάσπου σκυθῶν τῶν νομάδων ἐκράτησεν, οἳ τὸ βόρειον ἔλαχον μέρος τῆς οἰκουμένης οἰκεῖν. ξέρξης δὲ ὁ δαρείου ἐπεχείρησε μὲν καὶ τὴν εὐρώπην τοῖς ὑπηκόοις συνάψαι· ναυμαχίᾳ δὲ ἡττηθεὶς ἀθηναίων, αἰσχρῶς ἀνέστρεψε, καὶ τὴν ἀπὸ τῆς ἀπληστίας τικτομένην ἔμαθε βλάβην. τούτου χάριν φησί· τρία πτερὰ ἐν τῷ στόματι αὐτῆς· ἔνια δὲ τῶν ἀντιγράφων πλευρὰ ἔχει· οὐδὲν δὲ διαφέρει. εἴτε γὰρ τοῦτο, εἴτε ἐκεῖνο τεθείη, διδάσκει ὡς τὰ τρία τμήματα τῆς οἰκουμένης καρποῦται, καὶ τὸν πανταχόθεν ὑποδέχεται φόρον. καλῶς δὲ καὶ τὸ ἐν τῷ στόματι αὐτῆς προστέθεικεν, ἵνα δείξῃ τὴν παρὰ πάντων χορηγουμένην εἰσφοράν. καὶ ἐπειδὴ οὐ παντάπασιν ἡ βασιλεία αὕτη κατελύθη, ἀλλὰ μοῖράν τινα τῆς προτέρας ἡγεμονίας διέμεινεν ἔχουσα, οὐκ ἔφη μὲν ὑπομεῖναι αὐτὴν ἅπερ ἡ πρὸ αὐτῆς πέπονθε τῶν πτερῶν στερηθεῖσα, καὶ ἐπὶ ποδῶν ἀνθρώπου σταθεῖσαm καὶ καρδίαν ἀνθρώπου λαβοῦσα· εἶπε δὲ αὐτὴν εἰς ἓν στῆναι μέρος. εἰς ἓν δέ φησι μέρος ἐστάθη , τουτέστι, κρατήσασα τῶν τριῶν τῆς οἰκουμένης τμημάτων, ἀπεστερήθη μὲν τοῦ πλείστου, ἑνὸς δὲ μέρους τὴν ἡγεμονίαν κατέσχε. κρατοῦσα γὰρ πάλαι τῆς ἀσίας ἁπάσης, καὶ τῆς λιβύης, ἀπεστερήθη μὲν τῆς αἰγύπτου καὶ τῆς αἰθιοπίας · οὐκέτι δὲ παλαιστινῶν , καὶ φοινίκων , καὶ σύρων κρατεῖ· ἀφῄρηται δὲ καὶ τῆς ἀσίας τὴν ἡγεμονίαν, καὶ ὁ εὔξεινος δὲ πόντος ἔξω τῶν σκήπτρων γεγένηται· κρατεῖ δὲ μόνης περσίδος, καὶ μηδίας , καὶ ἀσσυρίας , καὶ τῶν πλησιοχώρων ὀλίγων ἐθνῶν. διὰ τοῦτό φησιν, ὅτι εἰς ἓν μέρος ἐστάθη. ταῦτα καὶ περὶ τοῦ δευτέρου διηγησάμενος θηρίου,

---

Theodoretus Cyrensis, Interpretatio in Danielem (Ms A), ed. Philip Schmitz Editor. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg028.local013/.
