# Interpretatio in Danielem (Ms A) 7-8

Theodoretus, Interpretatio in Danielem (Ms A), θεοδωρήτου ἐπισκόπου κύρου ἑρμηνεία εἰς τὸν προφήτην δανιήλ, τόμος ι. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-danielem-ms-a/7-8

καὶ εἶδον ἐγὼ δανιὴλ μόνος τὴν ὀπτασίαν, καὶ οἱ ἄνδρες οἱ μετ’ ἐμοῦ οὐκ εἶδον τὴν ὀπτασίαν, ἀλλ’ ἢ ἔκστασις μεγάλη ἐπέπεσεν ἐπ’ αὐτούς, καὶ ἔφυγον ἐν φόβῳ. ἀλλ’ ἴσως ἄν τις εἴποι· καὶ τί δήποτε ἔφυγον, τὴν ὀπτασίαν μὴ θεασάμενοι; ἀλλ’ εἰκὸς τοῦτο πλέον αὐτοῖς ἀπεργάσασθαι τὸ δέος· μηδένα γὰρ θεώμενοι καὶ φωνῆς μεγίστης ἀκούοντες εἰκότως ἐκδειματωθέντες ἀπέδρασαν. ἔκστασιν δὲ ἐνταῦθα καλεῖ οὐ τὴν δειλίαν μόνην, ἀλλὰ καὶ τὴν ἀορασίαν· ἔοικε δὲ ταῦτα τοῖς ἐπὶ τοῦ μακαρίου παύλου γεγενημένοις κατὰ τὴν ὁδὸν τὴν πλησιάζουσαν τῇ δαμασκῷ · καὶ γὰρ ἐκεῖ αὐτὸς εἶδε περιαστράψαν αὐτῶ φῶς · οἱ δὲ συνόντες ἐθεάσαντο μὲν οὐδέν, μόνης δὲ ἤκουον τῆς φωνῆς. καὶ ἐνταῦθα τοίνυν ὡσαύτως φεύγουσι μὲν οἱ συνόντες τῷ θείῳ προφήτῃ , μόνης ἀκούσαντες τῆς φωνῆς, μένει δὲ μόνος αὐτός.

---

Theodoretus Cyrensis, Interpretatio in Danielem (Ms A), ed. Philip Schmitz Editor. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg028.local013/.
