# Interpretatio in Danielem (Ms A) 7

Theodoretus, Interpretatio in Danielem (Ms A), θεοδωρήτου ἐπισκόπου κύρου ἑρμηνεία εἰς τὸν προφήτην δανιήλ, πρόλογος. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-danielem-ms-a/7

τὸν τοίνυν ταῦτα πάντα προεγνωκότα καὶ προεἰρηκότα, καὶ ἀνάγραπτον τὴν μνήμην αὐτῶν καταλιπόντα, πῶς οὐ δυσσεβὲς καὶ ἀνόσιον τοῦ τῶν προφητῶν ἐξορίζειν χοροῦ; εἰ γὰρ ταῦτα προφητείας ἀλλότρια, τίνα προφητείας τὰ ἴδια; εἰ δὲ ὅτι τῶν οἰκείων οὐ προστίθησι λόγων τὸ τάδε λέγει κύριος, καὶ τούτου χάριν τῆς προφητικῆς αὐτὸν ἀποστεροῦσι συμμορίας, εἰπάτωσαν ἡμῖν, τί τοιοῦτον ἀβραὰμ ὁ πατριάρχης εἰρηκὼς προφήτης ὑπὸ τοῦ τῶν ὅλων προσηγορεύθη θεοῦ. περὶ τοῦ γὰρ Ἀβραὰμ ἐλέχθη, . καὶ νῦν ἀπόδος τὴν γυναῖκα τῷ ἀνδρί, ὅτι προφήτης ἐστὶ καὶ προσεύξεται περὶ σοῦ, καὶ σωθήσῃ σὺ καὶ πᾶς ὁ οἶκός σου . καὶ ὁ μακάριος δὲ δαβὶδ περί τε αὐτοῦ καὶ τοῦ υἱέως καὶ τοῦ ἐκγόνου φησίν, ὅτι· ἤλεγξεν ὑπὲρ αὐτῶν ὁ θεὸς βασιλεῖς λέγων· μὴ ἅπτεσθετῶν χριστῶν μου, καὶ ἐν τοῖς προφήταις μου μὴ πονηρεύεσθε . καὶ ὁ μέγιστος δὲ προφήτης σαμουήλ, ὁ παιδόθεν νεωκόρος, οὐ κατὰ τοὺς ἄλλους ἔχει προφήτας τῆς προφητείας τὸ εἶδος, ἀλλὰ καὶ αὐτὸς ἢ δι’ ὀνειράτων, ἢ διὰ μεσημερινῶν τινῶν ἀποκαλύψεων προγνώσεις, ἐννοίας καὶ προῤῥήσεις ἐδέξατο. πολεμεῖτε τοίνυν καὶ ἐκείνοις ἀναφανδὸν καὶ τοῦ συλλόγου τῶν προφητῶν αὐτοὺς ἐκβάλλετε προφανῶς. εἰ δὲ τὴν εἰς ἐκείνους παραιτεῖσθε παροινίαν, φεύγετε καὶ τὴν κατ’ ἀυτοῦ συκοφαντίαν· προφήτης γὰρ καὶ προφήτης ἐπιθυμίᾳ καὶ πόθῳ τῶν μελλόντων τὴν γνῶσιν δεξάμενος, ἱδρῶσι καὶ πόνοις, νηστείᾳ καὶ κακουχίᾳ τὰ ἐσόμενα διδαχθείς, οὐχ ἃ μόνοις ἰουδαίοις συμβήσεται, ἅπερ ἔνιοι τῶν προφητῶν προειρήκασιν, ἀλλὰ τῶν κοινῶν τῆς οἰκουμένης πραγμάτων τὴν οἰκονομίαν καὶ προμαθὼν καὶ προδιδάξας. σκοπήσατε τοίνυν, εἰ μὴ λίαν ἄδικον, ἀβδιοῦ μὲν τὰ καταληψόμενα κακὰ τοὺς ἰδουμαίους μόνον προαγορεύσαντα, καὶ ἰωνᾶν δὲ καὶ ναοὺμ, περὶ μιᾶς πόλεως προθεσπίσαντας τῆς Νινευὶ τοῖς προφήταις ἐγκαταλέγειν, τὸν δὲ μακάριον δανιὴλ οὐ περὶ πόλεως μιᾶς, οὐδὲ περὶ ἔθνους βραχέος, ἀλλὰ περὶ τῶν μεγίστων βασιλειῶν προειρηκότα, χαλδαικῆς, περσικῆς, μακεδονικῆς, ῤωμαικῆς, καὶ τῶν κατὰ μέρος ὑπὸ τούτων γεγενημένων, τῆς προφητικῆς προσηγορίας ἀποστερεῖν, καὶ τῆς πνευματικῆς χάριτος ἀλλότριον εἶναι λέγειν. καὶ μὴν ἔδει καὶ λίαν ὑμᾶς ὄντας ἀγνώμονας τὸν ναβουχοδονόσορ αἰδεσθῆναι τὸν δυσσεβῆ, τὸν θηριώδη, τὸν βάρβαρον, τὸν τῶν θείων ἀμύητον, βοῶντα περὶ τοῦ δανιὴλ καὶ λέγοντα, ὅτι πνεῦμα Θεοῦ ἅγιόν ἐστιν ἐν αὐτῷ .

---

Theodoretus Cyrensis, Interpretatio in Danielem (Ms A), ed. Philip Schmitz Editor. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg028.local013/.
