# Interpretatio in Danielem (Ms A) 8-5

Theodoretus, Interpretatio in Danielem (Ms A), θεοδωρήτου ἐπισκόπου κύρου ἑρμηνεία εἰς τὸν προφήτην δανιήλ, τόμος η. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-danielem-ms-a/8-5

ὁ τράγος ἐμεγαλύνθη ἕως σφόδρα. τῆς γὰρ περσικῆς, εἴτ’οὖν μηδικῆς, καταλυθείσης βασιλείας, τὸ κατὰ πάντων ὁ ἀλέξανδρος ἀνεδέξατο κράτος· ἀλλὰ καὶ οὗτος ὀλίγον ἐπιβιώσας χρόνον, τοῦ βίου τὸ τέλος ἐδέξατο. καὶ τοῦτο δὲ εἶδεν ὁ μακάριος δανιήλ . διό φησι· καὶ ἐν τῷ ἰσχῦσαι αὐτὸν συνετρίβη τὸ κέρας τὸ μέγα. μετὰ τὴν νίκην ἐκείνην τὴν μεγίστην, φησί, τὸ κοινὸν τῶν ἀνθρώπων ὁ ἀλέξανδρος ἐδέξατο τέλος. καὶ ἀνέβη, φησί, τέσσαρα κέρατα ὑποκάτωθεν αὐτοῦ εἰς τοὺς τέσσαρας ἀνέμους τοῦ οὐρανοῦ. τέσσαρα δὲ κέρατα τοὺς τέσσαρας βασιλέας, τοὺς κατὰ ταὐτὸν τὸν ἀλέξανδρον διαδεξαμένους αἰνίττεται. πτολεμαῖος γὰρ ὁ λάγου τῆς αἰγύπτου τὴν ἡγεμονίαν παρέλαβε· σέλευκος δὲ ὁ νικάτωρ τὴν βαβυλῶνα κατεῖχε, καὶ τὰ ἄλλα ἔθνη τὰ μέχρι συρίας διήκοντα· ἀντίγονος δὲ τῆς ἀσίας ἐκράτει, τῆς δὲ μακεδονίας ἀντίπατρος· ὡς δέ τισι τῶν συγγραφέων δοκεῖ, φίλιππος ὁ καὶ ἀριδαῖος, ὁ ἀλεξάνδρου ἀδελφός. ἐπισημήνασθαι δὲ δεῖ, ὅτι καὶ τὸ τρίτον θηρίον τέσσαρας κεφαλὰς ἔχον ἐθεάσατο, καὶ τὸν τράγον μετὰ τὴν τοῦ ἑνὸς κέρατος συντριβὴν τέσσαρα φύσαντα κέρατα· ὡς εἶναι δῆλον τὰ αὐτὰ καὶ διὰ τοῦ τράγου, καὶ διὰ τοῦ τρίτου θηρίου σημαίνεσθαι.

---

Theodoretus Cyrensis, Interpretatio in Danielem (Ms A), ed. Philip Schmitz Editor. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg028.local013/.
