# Interpretatio in Danielem (Ms A) 8-7-10

Theodoretus, Interpretatio in Danielem (Ms A), 8 to 10. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-danielem-ms-a/8-7

ἐγὼ γάρ φησιν ὑπελείφθην μόνος καὶ εἶδον τὴν ὀπτασίαν τὴν μεγάλην ταύτην καὶ οὐχ ὑπελείφθη ἐν ἐμοὶ ἰσχύς καὶ ἡ δόξα μου μετεστράφη εἰς διαφθοράν καὶ οὐκ ἐκράτησα ἰσχύος. τοσοῦτον γάρ μοι ἐνέπεσε δέος ἀπ’ ἐκείνης τῆς θεωρίας, ὡς διαλυθῆναι μὲν τῶν ἄρθρων τὴν ἁρμονίαν, ἀμειφθῆναι δὲ τῆς τοῦ σώματος ἐπιφανείας τὸ χρῶμα, πάσης δὲ ἰσχύος ἔρημόν με γενέσθαι. καὶ ἤκουσά φησι τὴν φωνὴν τῶν λόγων αὐτοῦ καὶ ἐν τῷ ἀκοῦσαί με ἤμην κατανενυγμένος ἐπὶ πρόσωπόν μου καὶ τὸ πρόσωπόν μου ἐπὶ τὴν γῆν. παραυτίκα γάρ φησι τῆς μεγίστης ἐκείνης ἀκούσας φωνῆς ἔπεσα μὲν πρηνής· ἰδεῖν δὲ μὴ δυνάμενος τὴν φρικώδη θεωρίαν εἰς τὴν γῆν μου τὸ πρόσωπον τέθεικα. καὶ ἰδοὺ χεὶρ ἁπτομένη μου, καὶ ἤγειρέ με ἐπὶ τὰ γόνατά μου καὶ ἐπὶ τὰ ἴχνη τῶν χειρῶν μου . οὕτω φησὶ διακείμενος ἠισθόμην οἷόν τινος χειρὸς ἁπτομένης μου καὶ ἀνορθούσης· ἐγὼ δὲ τοῖς τε γόνασι καὶ ταῖς χερσὶ χρώμενος – διέλυσέ με γὰρ τὸ δέος – ἐπειρώμην ἀνίστασθαι.

---

Theodoretus Cyrensis, Interpretatio in Danielem (Ms A), ed. Philip Schmitz Editor. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg028.local013/.
