# Interpretatio in Danielem (Ms A) 87

Theodoretus, Interpretatio in Danielem (Ms A), θεοδωρήτου ἐπισκόπου κύρου ἑρμηνεία εἰς τὸν προφήτην δανιήλ, λόγος τρίτος. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-danielem-ms-a/87

εὐλογεῖτε, φασίν, ὅσιοι καὶ ταπεινοὶ τῇ καρδίᾳ, τὸν κύριον . δυνατὸν γάρ φησι τοὺς ἀδικίας ἀπηλλαγμένους καὶταπεινῷ φρονήματι κεχρημένους καὶ ἀρέσκεινθεῷ καὶ τὸν ἁρμότττοντα ὕμνον προσφέρειν. ταῦτα δὲ οὐκ ἀδολεσχίᾳ χρώμενοι κατέλεξαν ἅπαντα ἀλλὰ πρῶτον μὲν τὸ περὶ τὸν δεσπότην πυρσεύοντες φίλτρον, καὶ σφᾶς αὐτοὺς ἀναμιμνήσκοντες τῶν ἀῤῥήτων εὐεργεσιῶν καὶ τῆς τῶν ἀνθρώπων ἕνεκεν ἐξ ἀρχῆς γενομένης δημιουργίας. διὰ γὰρ τούτων μηνύουσι τῶν λόγων, ὅτι ὑμνοῦμέν σε καὶ ὑπερυψοῦμεν, ὅτι δι ̓ἀγγέλων ἡμᾶς εὐεργετεῖς, ὅτι οὐρανὸν ἡμῶν χάριν ἐδημιούργησας, ἡλίῳ δὲ τὴν ἡμέραν φωτίζεις καὶ τῇ σελήνῃ τῆς νυκτὸς κεραννύεις τὸ ἀφεγγές, καὶ τοῦχρόνου ἡμᾶς τὰ μέτρα διδάσκεις· ὑμνοῦμέν σε ὅτι καὶ λειμῶνα ἡμῖν ἀστέρων βλαστῆσαι τὸν οὐρανὸν παρεσκεύασας καὶ ἄνθεσιν ἀμαράντοις ἑστιᾶς ἡμῶν τὰς ὄψεις καὶ τῆς νυκτὸς ἡμῖν διὰ τοῦ δρόμου τούτων παρέχεις τὰ μέτρα γινώσκειν καὶ τίς ἄν σε πρὸς ἀξίαν ὑμνήσειεν, ὀρῶν τῶν ὡρῶν τὰς μεταβολὰς καὶ τῶν τροπῶν τὰς ἐναλλαγάς, καῦμα προσφόρως ἐν θέρει γινόμενον εἶτα πνευμάτων αὔρας ἀναψυχούσας, ψῦχος ἐν χειμῶνι καὶ ὑετὸν ἐπιφερόμενον καὶ ἕκαστον ῥυθμῷ καὶ τάξει προβαῖνον, ἀστραπὰς τὸν ὑετὸν μηνυούσας νεφέλας τὸν ὑετὸν ὠδινούσας, ὄρη καὶ πεδία ληΐοις κομῶντα καὶ ἄλσεσι, πηγὰς ὑπαναβλυζούσας καὶ ἀρδείαν τοῖς φυτοῖς προσφερούσας, ποταμοὺς ἄπαυστα τρέχοντας, καὶ τοῦ δρόμου παῦλαν οὐ δεχομένους θάλατταν ἐν μέσῳ κειμένην φιλίας καὶ ὁμονοίας αἰτίαν, καὶ χωρίον κοινὸν τούτων κἀκείνων δεχόμενον τὰ συμβόλαια; καὶ ἵνα μὴ καθ’ἕκαστον λέγω, πρῶτον μὲν τούτων ἁπάντων ἐμνημόνευσαν οἱ μακάριοι τὴν οἰκείαν ἐπιδεικνύντες εὐγνωμοσύνην, καὶ θερμότερον ἐπιτελέσαι τῇ μνήμῃ τῶν εὐεργεσιῶν τὸν ὕμνον βουλόμενοι, ἔπειτα δὲ καὶ τοὺς χαλδαίους ἔξωθεν ὑπακούοντας παιδεῦσαι πειρώμενοι, ὅτι τὰ ὑπ ̓ αὐτῶν προσκυνούμενα στοιχεῖα τοῦ θεοῦ τῶν ὅλων ποιήματα. καὶ διὰ τοῦτο καὶ πυρὸς καὶ ὑδάτων, ἡλίου τε καὶ σελήνης, οὐρανοῦ τε καὶ γῆς ἐναργῶς μνημονεύουσι πεῖσαι βουλόμενοι τοὺς ἀνοήτους παύσασθαι μὲν τοῦ προσκυνεῖν τὰ ὁρώμενα, τὸν δὲ τούτων δεσπότην ἐπιγνῶναι καὶ τὴν πρέπουσαν αὐτῷ θεραπείαν προσἐνεγκεῖν. εἰκὸς γὰρἦν τὸ μέγα θαῦμα θεωμένους καὶ τοῦ πυρὸς τὴν ἧτταν ὁρῶντας, καὶ αὑτῶν δὲ καὶ τοῦ βασιλέως αὑτῶν τὴν αἰσχύνην, τῶν αἰχμαλώτων δὲ ἐκείνων παίδων τὴν σωτηρίαν τε καὶ παῤῥησίαν δέξασθαιδιὰ τῆς ὑμνῳδίας τὴν τῆς εὐσεβείας διδασκαλίαν. οὕτως ὑμνήσαντες τελευταῖον ἐπάγουσιν.

---

Theodoretus Cyrensis, Interpretatio in Danielem (Ms A), ed. Philip Schmitz Editor. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg028.local013/.
