# Interpretatio in Danielem (Ms A) 93

Theodoretus, Interpretatio in Danielem (Ms A), θεοδωρήτου ἐπισκόπου κύρου ἑρμηνεία εἰς τὸν προφήτην δανιήλ, λόγος τρίτος. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-danielem-ms-a/93

καί φησι· σεδρὰχ , μισὰχ καὶ ἀβδεναγώ , οἱ δοῦλοι τοῦ θεοῦ τοῦ ὑψίστου, ἐξέλθετε καὶ δεῦτε· καὶ ἐξῆλθον σεδρὰχ μισὰχ , καὶ ἀβδεναγὼ ἐκ μέσου τοῦ πυρός . μεμάθηκεν ὁ μάταιος, ὁ λέγων· τίς ἐστι θεὸς, ὅς ῥύσεται ὑμᾶς ἐκ τῶν χειρῶν μου; ὅτι ἔστι θεὸς ἄῤῥητον ἔχων τὴν δύναμιν, τῷ πυρὶ κελεύων ἐναντίαν ἐπιδείξασθαι τοῖς ἁγίοις ποιότητα. ὃν γὰρ θεὸν ἐκεῖνος οὐκ ἐνόμιζεν, ἔγνω ὅτι ἔστι θεός, καὶ ὕψιστος θεὸς. ἐξελθόντων δὲ τῶν ἁγίων, θαυμάζουσι μὲν ἅπαντες σατράπαι καὶ τοπάρχαι καὶ στρατηγοί, θεωροῦντες ἀκήρατα διατηρηθὲντα τῶν ἁγιων τὰ σώματα καὶ τὰς τρίχας αὐτὰς οὐδεμίαν αἴσθησιν ἐκ τῆς φλογὸς δεξαμένας ἐκείνης· οὐ τὰς τρίχας δὲ μόνον, ἀλλὰ καὶ αὐτὴν τὴν ἐσθῆτα καὶ τὰ ὑποδήματα ἀκέραια μείναντα ὡς καὶ αὐτῆς ἀπηλλάχθαι τῆς ἀπὸ τοῦ πυρὸς ὁσμὴς. εἶτα ὑμνεῖ ταῦτα θεασάμενος ὁ ναβουχοδονόσορ καὶ λέγει·

---

Theodoretus Cyrensis, Interpretatio in Danielem (Ms A), ed. Philip Schmitz Editor. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg028.local013/.
