# Interpretatio in Danielem (Ms A) 97

Theodoretus, Interpretatio in Danielem (Ms A), θεοδωρήτου ἐπισκόπου κύρου ἑρμηνεία εἰς τὸν προφήτην δανιήλ, λόγος τρίτος. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-danielem-ms-a/97

τότε δὲ ὅμως κατηύθυνε, φησί, ὁ βασιλεὺς τὸν σεδρὰχ , μισὰχ καὶ ἀβδεναγώ , ἐν τῇ χώρᾳ βαβυλῶνος καὶ ηὔξησεν αὐτούς, καὶ ἠξίωσεν αὐτοὺς ἡγεῖσθαι πάντων τῶν ἰουδαίων τῶν ἐν τῇ βασιλείᾳ αὐτοῦ . τοσαύτην ὁ δεσπότης τῶν θεραπεύειν αὐτὸν ἐσπουδακότων ποιεῖται προμήθειαν. καὶ εἰκότως ἐβόων οἱ ἅγιοι παῖδες οὗτοι, ὅτι οὐκ ἔστιν αἰσχύνη τοῖς πεποιθόσιν ἐπὶ σοί. καὶ ἡμεῖς τοίνυν ταύτην κτησώμεθα τὴν ἐλπίδα, πάσης ὁμοῦπροτιμῶντες τῆς κτίσεως, τὸν τῆς κτίσεως καὶ ποιητὴν καὶ κυβερνήτην. καὶ γενέσθωσαν ἡμῖν οἱ μακάριοι οὗτοι παῖδες ὠφελείας παράδειγμα, εὐσεβείας ἀρχέτυπον, ποδηγοὶ πρὸς θεόν, καὶ τὰ ὑπὸ τοῦ θεοῦ τοῖς ἀξίοις χορηγούμενα, ὧν γένοιτο πάνταςἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ κυρίου ἡμῶν ἰησοῦ χριστοῦ μεθ’ οὗ τῷ πατρὶ δόξα καὶ τὸ κράτος, σὺν τῷ ἁγίῳ πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἀμήν.

---

Theodoretus Cyrensis, Interpretatio in Danielem (Ms A), ed. Philip Schmitz Editor. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg028.local013/.
