# Interpretatio in Ezechielem 81.1005

Theodoretus, Interpretatio in Ezechielem, Volume 81. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-ezechielem/81.1005

ΤΟΜΟΣ Ηʹ. μεʹ, μϛʹ. Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μὲ, λέγων· Υἱὲ ἀνθρώπου, στήρισον τὸ πρόσωπόν σου ἐπὶ Θαιμὰν, καὶ ἐπίβλεψον ἐπὶ Δαροὺμ, καὶ προφήτευσον ἐπὶ δρυμὸν ἡγούμενον Ναγέβ. Θαιμὰν μεσημβρία ἐστὶ τῇ Ἑλλάδι φωνῇ, Δαροὺμ δὲ τὸν λίβα σημαίνει, τὸ δὲ Ναγὲβ τὸν νότον· οὕτω καὶ ὁ Σύμμαχος ἡρμήνευσεν· «Υἱὲ ἀνθρώπου, στήρισον τὸ πρόσωπόν σου ἐπὶ τὸν νότον ὁδὸν λιβὸς, καὶ προφήτευσον περὶ τοῦ δρυμοῦ τῆς χώρας τῆς μεσημβρινῆς.» Διὰ πάντων δὲ τούτων τὴν Ἱερουσαλὴμ ᾐνίξατο· κατὰ νότον γὰρ, καὶ μεσημβρίαν, καὶ λίβα τῆς Βαβυλῶνος ἔχει τὴν θέσιν ἡ Ἱερουσαλήμ. Καὶ ἐπειδὴ οὐ κατ' εὐθεῖαν μεσημβρίαν κεῖται, ἀλλὰ βραχύ τι πρὸς δύσιν ἀποκλίνει, ἀναγκαίως καὶ τὸν λίβα προστέθεικε, τοιαύτην ἔχοντα τὴν θέσιν. Δρυμὸν δὲ ἡγούμενον προσηγόρευσε τὴν Ἱερουσαλὴμ διὰ τὴν ἀκαρπίαν· τοιοῦτος γὰρ ὁ δρυμός· καὶ διὰ τὸ σκληρὸν τῆς διανοίας· τοιαύτη γὰρ τῆς δρυὸς ἡ φύσις· καὶ πρὸς τούτοις διὰ τὸ μὴ κατὰ τάξιν πεφυτεῦσθαι τὰ ἐν τῷ δρυμῷ ξύλα, ἀλλὰ πολλὴν εἶναι ἐν τούτοις ἀταξίαν· καὶ μέντοι καὶ διὰ τὸ θηρίων οἰκητήριον εἶναι τὸν δρυμόν. Ταῦτα δὲ ἅπαντα τηνικαῦτα εὕρειεν ἄν τις ἐν τῇ Ἱερουσαλήμ. μζʹ. Καὶ ἐρεῖς τῷ δρυμῷ Ναγέβ· Ἄκουε λόγον Κυρίου· Τάδε λέγει Ἀδωναῒ Κύριος· Ἰδοὺ ἐγὼ ἀνάπτω ἐν σοὶ πῦρ, καὶ καταφάγεται ἐν σοὶ πᾶν ξύλον χλωρὸν, καὶ πᾶν ξύλον ξηρόν· οὐ σβεσθήσεται ἡ φλὸξ ἡ ἐξαφθεῖσα. Ἐπέμεινε τῇ τροπῇ. καὶ ἐπειδὴ δρυμὸν τὴν Ἱερουσαλὴμ ἐκάλεσεν, εἰκότως καὶ πῦρ ὀνομάζει τῶν πολεμίων τὴν στρατείαν, καὶ ξύλα καιόμενα τοὺς ὑπὸ τούτων ἀναιρουμένους· ξύλον δὲ χλωρὸν, καὶ ξύλον ξηρὸν, τοὺς πλούτῳ κομῶντας καὶ τοὺς πενίᾳ συζῶντας. Εἶτα διδάσκει, ὅτι καὶ μεταξὺ διακείμενα ἔθνη κοινωνήσει τῆς συμφορᾶς· φησὶ γάρ· μηʹ. Καὶ κατακαυθήσεται ἐν αὐτῇ πᾶν πρόσωπον ἀπὸ ἀπηλιώτου ἕως βοῤῥᾶ· Καὶ ἐπιγνώσεται πᾶσα σὰρξ, ὅτι ἐγὼ Κύριος ἐξέκαυσα αὐτὰ, καὶ οὐ σβεσθήσεται. Τὸ δὲ ἀπὸ ἀπηλιώτου πάλιν ὁ Σύμμαχος ἀπὸ μεσημβρίας ἡρμήνευσε. Διδάσκει δὲ, ὅτι ἀπὸ τῆς Χαλδαίων γῆς μέχρι τῶν Ἱεροσολύμων τῷ τῆς στρατείας χρήσεται πυρὶ, καὶ δαπανήσει τὰ ἐν μέσῳ διακείμενα ἔθνη, ἵνα διὰ γοῦν

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Ezechielem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg027.local001/.
