# Interpretatio in Ezechielem 81.1021

Theodoretus, Interpretatio in Ezechielem, Volume 81. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-ezechielem/81.1021

ΚΕΦΑΛ. ΚΒʹ αʹ—γ. Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μὲ, λέγων· Εἰ κρίνεις τὴν πόλιν τῶν αἱμάτων; Καὶ παραδείξεις αὐτῇ πάσας τὰς ἀνομίας αὐτῆς; καὶ ἐρεῖς, Τάδε λέγει Ἀδωναῒ Κύριος. Μετήγαγε πάλιν τὸν λόγον ἐπὶ τὴν Ἱερουσαλὴμ, καὶ τῷ προφήτῃ παρακελεύεται κριτοῦ δίκην διελέγξαι τὰ παρανόμως ὑπ' αὐτῆς τολμώμενα· καλεῖ δὲ αὐτὴν πόλιν αἱμάτων, ὡς πολλὰς ἀδίκως ἐργασαμένην σφαγάς· οὗ χάριν πάλιν τὰς αὐτὰς ὀνομάζει προσηγορίας, καὶ βοᾷ λέγων· Ὦ πόλις ἐκχέουσα αἷμα ἐν μέσῳ αὑτῆς, τοῦ ἐλθεῖν καιρὸν αὐτῆς, καὶ ποιοῦσα ἐνθυμήματα καθ' ἑαυτῆς, τοῦ μιαίνειν ἑαυτήν. Σὺ, φησὶν, ἐφέλκῃ τὰς συμφορὰς, ὦ πόλις, λογισμοῖς τε πονηροῖς κεχρημένη, καὶ τούτους εἰς ἔργον ἄγουσα, καὶ διὰ τούτων μαινομένη, καὶ αἱμάτων ἀδίκων πληρουμένη· καιρὸν δὲ τὴν συμφορὰν ὠνόμασεν. δʹ. Ἐν τοῖς αἵμασί σου οἷς ἐξέχεας, παραπέπτωκας, καὶ ἐν τοῖς ἐνθυμήμασί σου οἷς πεποίηκας ἐμιαίνου, καὶ προσήγγισας τὰς ἡμέρας σου, καὶ ἤγαγες καιρὸν ἐτῶν σου. Τὴν γὰρ κατὰ θείαν μακροθυμίαν ἐπιμετρουμένην προθεσμίαν συντέμνει πλείων ἡ ἀνομία γιγνομένη· τοῦτο καὶ ἐπὶ τοῦ Νῶε γεγενημένον ἔστιν ἰδεῖν· εἴκοσι γὰρ καὶ ἑκατὸν ἐτῶν δεδωκὼς προθεσμίαν τοῖς τηνικάδε ἀνθρώποις εἰς μεταμέλειαν, θεασάμενος αὐξανομένην τὴν ἀσέβειαν, συνέτεμε τὴν προθεσμίαν, καὶ ἐν τῷ ἑκατοστῷ ἔτει τὴν διὰ τοῦ κατακλυσμοῦ τιμωρίαν ἐπήγαγε· τοῦτο καὶ ἐνταῦθα ᾐνίξατο εἰπών· «Καὶ προσήγγισας τὰς ἡμέρας σου, καὶ ἤγαγες καιρὸν ἐτῶν σου.» Εἶτα διηγεῖται τοὺς τῆς παρανομίας καρπούς. Διὰ τοῦτο δέδωκά σε εἰς ὀνειδισμὸν τοῖς ἔθνεσι, καὶ εἰς ἐμπαιγμὸν πάσαις ταῖς χώραις (εʹ.) ταῖς ἐγγιζούσαις ἐπὶ σὲ, καὶ ταῖς μακρὰν ἀπεχούσαις ἀπὸ σοῦ. Τούτου χάριν σε, φησὶν, ἐπίχαρτον ποιήσω, καὶ καταγέλαστον πᾶσι τοῖς ἀστυγείτοσι καὶ πλησιοχώροις, οὐ μὴν δὲ ἀλλὰ καὶ τοῖς πόῤῥω οἰκοῦσι. «Καὶ ἐμπαίξονταί σοι, καὶ βοήσουσιν ἐπὶ σὲ, ἀκάθαρτος ἡ ὀνομαστὴ, καὶ πολλὴ ἐν ταῖς ἀνομίαις σου.» Ἐφηδόμενοι γὰρ τοῖς σοῖς κακοῖς, ἀκάθαρτόν σε καὶ παράνομον, καὶ ἐν πονηρίᾳ ἐπίσημον ὀνομάσουσιν. Εἶτα τῆς κακίας ἀπαριθμεῖται τὰ εἴδη. ϛʹ. Ἰδοὺ οἱ ἀφηγούμενοι οἴκου Ἰσραὴλ, ἕκαστος πρὸς τοὺς συγγενεῖς αὑτοῦ συνεφύροντο ἐν σοὶ, ὅπως ἐκχέωσιν αἷμα. Ἀπὸ δὲ τῶν ἀρχόντων ἥψατο τῆς κατηγορίας, ὡς τῶν ὑπηκόων ἑπομένων τοῖς ἄρχουσι· κεφαλῆς γὰρ κακῶς διακειμένης, μεταλαγχάνειν ἀνάγκη τὸ σῶμα τῆς ἀσθενείας· λέγει τοίνυν, ὡς οὐδὲν τῶν συγγενῶν ἀπείχοντο, ἀλλὰ καὶ τὰ τῆς συγγενείας συνέχεον δίκαια, ἀδίκους σφαγὰς ἐργαζόμενοι. Ἀλλὰ καὶ,

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Ezechielem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg027.local001/.
