# Interpretatio in Ezechielem 81.1057

Theodoretus, Interpretatio in Ezechielem, Volume 81. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-ezechielem/81.1057

τινος ἀπολαῦσαι. Ἔοικε δὲ ὁ προφήτης καὶ Ναζιραῖος εἶναι· «Ἔσται γὰρ, φησὶ, τὸ τρίχωμά σου συμπεπλεγμένον ἐπὶ σέ.» Καὶ ἄνω δὲ οὐκ οἶνον, ἀλλ' ὕδωρ πίνειν προσετάχθη· ἀμφότερα δὲ τῶν Ναζιραίων ἴδια. ιηʹ. Καὶ ἐλάλησα πρὸς τὸν λαὸν τὸ πρωῒ, ὃν τρόπον ἐνετείλατό μοι· καὶ ἀπέθανεν ἡ γυνή μου ἑσπέρας, καὶ ἐποίησα τὸ πρωῒ ὃν τρόπον ἐπετάγη μοι. Τύπον δέ τινα τοῦ Θεοῦ τῶν ὅλων ὁ προφήτης πληροῖ. Ἐπειδὴ γὰρ ὁ Ἰσραηλίτης λαὸς ἐν τάξει νύμφης τῷ Δεσπότῃ συνῆπτο, ἔμελλε δὲ οὕτως παραδίδοσθαι ἀνδραποδισμῷ καὶ σφαγῇ, καὶ ὁ θεῖος νεὼς ἐμπίπρασθαι, τύπον τινὰ τῶν ἐσομένων δίδωσι τὸν προφήτην, καὶ τῆς γυναικὸς ἐξαπιναίως θανούσης, παρεγγυᾷ μήτε θρηνῆσαι, μήτε δακρύσαι, μὴ πένθιμον σχῆμα λαβεῖν, μὴ παραμυθητικῆς ἀπολαῦσαι τραπέζης, ἀλλὰ σιγῇ στενάξαι, δεικνὺς, ὡς αὐτὸς οὐδεμιᾶς τοὺς αὐτῷ συνημμένους ἀξιώσει φιλανθρωπίας, παρὰ γνώμην δὲ ὅμως αὐτοῖς ἐπάξει τιμωρίαν· «Οὐ γὰρ βούλεται τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπιστρέψαι αὐτὸν, καὶ ζῇν.» Οὗ χάριν καὶ τῷ προφήτῃ σιγῇ στένειν παρακελεύεται· διὰ τούτου σημαίνων, ὡς καὶ αὐτὸς παρὰ γνώμην ἀνέχεται τῶν ἐπιφερομένων τῷ λαῷ συμφορῶν, πολλὴν μὲν ἔχων τὴν ἀγαθότητα, καὶ διὰ ταύτην ἐπὶ φιλανθρωπίαν ῥέπων, κολάζειν δὲ διὰ τὴν τῆς παρανομίας ὑπερβολὴν βιαζόμενος. ιθʹ—κδʹ. Καὶ εἶπε, φησὶ, πρός με ὁ λαός μου· Οὐκ ἀπαγγέλλεις ἡμῖν, τί ἐστι ταῦτα, ἃ σὺ ποιεῖς; Καὶ εἶπον πρὸς αὐτούς· Λόγος Κυρίου ἐγένετο πρὸς μὲ, λέγων· Εἰπὲ πρὸς τὸν οἶκον Ἰσραήλ· Τάδε λέγει Ἀδωναῒ Κύριος· Ἰδοὺ ἐγὼ βεβηλῶ τὰ ἅγιά μου, φρύαγμα ἰσχύος ὑμῶν, ἐπιθυμήματα ὀφθαλμῶν ὑμῶν, καὶ ὑπὲρ ὧν φείδονται αἱ ψυχαὶ ὑμῶν· καὶ οἱ υἱοὶ ὑμῶν, καὶ αἱ θυγατέρες ὑμῶν, οὓς ἐγκατελίπετε, ἐν ῥομφαίᾳ πεσοῦνται. Καὶ ποιήσετε ὃν τρόπον πεποίηκα, ἀπὸ στόματος αὐτῶν οὐ παρακληθήσεσθε, καὶ ἄρτον ἀνδρῶν οὐ φάγεσθε. Καὶ αἱ κόμαι ὑμῶν ἐπὶ τῆς κεφαλῆς ὑμῶν, καὶ τὰ ὑποδήματα ὑμῶν ἐν τοῖς ποσὶν ὑμῶν· οὔτε μὴ κόψησθε, οὔτε μὴ κλαύσητε· καὶ ἐντακήσεσθε ἐν ταῖς καρδίαις ὑμῶν, καὶ οὐ παρακαλέσετε ἕκαστος τὸν ἀδελφὸν αὑτοῦ. Καὶ ἔσται ὑμῖν Ἰεζεκιὴλ εἰς τέρας· κατὰ πάντα, ὅσα ἐποίησε, ποίησετε, ὅταν ἔλθῃ ταῦτα, καὶ ἐπιγνώσεσθε, ὅτι ἐγὼ Ἀδωναῒ Κύριος. Διὰ τῶν πραγμάτων ὑμῖν, φησὶ, τὴν προφητείαν ὑπέδειξα, καὶ ἐν ἐμαυτῷ τὰ ἐσόμενα ὑμῖν ἐσκιαγράφησα. Ὥσπερ γὰρ ἐγὼ, τῆς ὁμόζυγος δεξαμένης τοῦ βίου τὸ τέλος, οὐδὲν ἐποίησα τῶν εἰωθότων ἐπὶ νεκροῖς ἐπιτελεῖσθαι, οὐ θρῆνον, οὐ δάκρυον, οὐ πένθιμον σχῆμα· οὕτω καὶ ὑμεῖς, τῶν υἱῶν ὑμῶν καὶ τῶν θυγατέρων σφαττομένων, καὶ τοῦ ἁγίου νεὼ βεβηλουμένου τῇ τῶν ἀνοσίων βαρβάρων εἰσόδῳ, ἐφ' ᾧ

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Ezechielem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg027.local001/.
