# Interpretatio in Ezechielem 81.1080

Theodoretus, Interpretatio in Ezechielem, Volume 81. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-ezechielem/81.1080

ιʹ, ιαʹ. Πέρσαι, καὶ Λίβυες, καὶ Λυδοὶ ἦσαν ἐν τῇ δυνάμει σου, ἄνδρες πολεμισταί σου, οἳ πέλτας καὶ περικεφαλαίας ἐκρέμασαν ἐν σοί· οὗτοι ἔδωκαν τὴν δόξαν σου. Υἱοὶ Ἀραδίων, καὶ ἡ δύναμίς σου, ἐπὶ τῶν τειχῶν κύκλῳ ἦσαν. Ἀλλὰ καὶ Μῆδοι ἐν τοῖς πύργοις σου ἦσαν φύλακες· τὰς φαρέτρας αὑτῶν ἐκρέμασαν ἐπὶ τῶν ὤμων σου κύκλῳ· οὗτοι ἐτελείωσάν σου τὸ κάλλος. Διηγησάμενος τὰς τῶν ξύλων διαφορὰς, τῆς ἐσθῆτος τὰς ποικιλίας, τοὺς ναύτας καὶ κυβερνήτας, τοὺς τὸ πρακτέον ὑποδεικνύντας συμβούλους, τοὺς πανταχόθεν ἀφικνουμένους ἐμπόρους, ἀπαριθμεῖται καὶ τὸν στρατιωτικὸν κατάλογον, ἐξ ἐθνῶν μὲν διαφόρων καὶ τὰ πολιτικὰ δεδιδαγμένων ὁρμώμενον, Περσῶν, καὶ Λυδῶν, καὶ Λιβύων, Ἀραδίων τε, καὶ Μήδων. Λέγει δὲ καὶ τῆς πανοπλίας τὰ εἴδη, φαρέτρας, καὶ πέλτας, καὶ περικεφαλαίας. Πέλτη δέ ἐστιν ἡ μικρὰ ἀσπὶς, ἣν οἱ γυμνῆται ἐν τοῖς πολέμοις ἐπιφέρονται· ταύτῃ δὲ χρῶνται καὶ οἱ τὴν πυῤῥίχην παίζοντες. ιβʹ. Καρχηδόνιοι ἔμποροί σου ἀπὸ πλήθους πάσης δυνάμεώς σου, ἀργύριον, καὶ χρυσίον, καὶ χαλκὸν, καὶ σίδηρον, καὶ κασσίτερον, καὶ μόλιβδον ἔδωκαν τὴν ἀγοράν σου. Τὴν Καρχηδόνα (μητρόπολις δέ ἐστι τῆς πάλαι μὲν Λιβύης, νῦν δὲ Ἀφρικῆς ὀνομαζομένης), καὶ ὁ Σύρος καὶ ὁ Ἑβραῖος Θαρσὶς ὀνομάζει· διὰ δὲ τῆς μητροπόλεως τὴν ἐκ παντὸς τοῦ ἔθνους προσφερομένην τῶν ἐκεῖ μεταλλευομένων ὑλῶν ἐμπορίαν ἐδήλωσεν. ιγʹ. Ἡ Ἑλλὰς πᾶσα, καὶ τὰ παρατείνοντα αὐτῇ, ἐνεπορεύοντο ἐν σοὶ ἐν ψυχαῖς ἀνθρώπων, καὶ σκεύη χαλκᾶ ἔδωκαν τὴν ἀγοράν σου. Ἀνδράποδα, φησὶ, καὶ σκεύη χαλκᾶ, ἀπὸ τῆς Ἑλλάδος καὶ τῶν πλησιοχώρων ἐκομίζετό σοι. ιδʹ. Ἐξ οἴκου Θογορμᾶ ἵππους, καὶ ἱππεῖς, καὶ ἡμιόνους ἔδωκαν τὴν ἀγοράν σου. Ἵππους δὲ, φησὶ, καὶ τοὺς τούτων ἐπιβάτας, καὶ ἡμιόνους, ἡ Φρυγία σοι ἔπεμπεν· οὕτω γὰρ ἑρμηνεύουσι τὸν οἶκον τοῦ Θογορμᾶ ιεʹ. Υἱοὶ Ῥοδίων ἔμποροί σου ἀπὸ νήσων ἐπλήθυναν τὴν ἐμπορίαν σου, κέρατα καὶ ὀδόντας ἐλεφαντίνους. Τὰ κέρατα ὁ Σύμμαχος ἐβένους ἡρμήνευσεν, ἀφ' ὧν τὰ ἐβένια καλούμενα γίνεται. Ταῦτα, φησὶν, οἱ Ῥόδιοι τὴν θάλατταν διαπλέοντες ἐκόμιζόν σοι, καὶ τὴν τούτων ἀνεπλήρουν σοι χρείαν. Καὶ τοῖς εἰσαγομένοις ἀντεδίδους τοὺς μισθούς σου· (ιϛʹ.) Ἀνθρώπους ἐμπορίας σου ἀπὸ πλήθους τοῦ συμμίκτου σου. Ταῦτα δὲ, φησὶν, ἅπαντα ὑποδεχομένη, σὺ ἀντεδίδους τοῖς κομίζουσιν ἀνδράποδα, μετοίκους ἔχουσα πλείστους· τούτους γὰρ συμμίκτους ἐκάλεσε, τοὺς ἐξ ἑτέρων

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Ezechielem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg027.local001/.
