# Interpretatio in Ezechielem 81.1124

Theodoretus, Interpretatio in Ezechielem, Volume 81. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-ezechielem/81.1124

ὑπάρχων, καὶ ἐκ δύο ἐθνῶν ὁρμώμενος, τὴν τῶν Ἀσσυρίων καὶ Βαβυλωνίων κατέλυσε βασιλείαν. «Καὶ ἐποίησε, φησὶν, τὴν ἀπώλειαν αὐτοῦ κατὰ τὴν ἀσέβειαν αὐτοῦ·» Ἄξια γὰρ, φησὶν, ὑπέμεινεν ὧν ἠνόμησε. Κατὰ μὲν οὖν τὴν ἱστορίαν, ταῦτα τῷ Ναβουχοδονόσορ συνέβη, τοσαύτην ὠμότητα καὶ ἀλαζονείαν σὺν ἀσεβείᾳ νενοσηκότι. Εἰ δέ τις ἀκριβῶς συνιδεῖν ἐθελήσειεν, εὑρήσει καὶ τὸν κοινὸν τῶν ἀνθρώπων ἀλάστορα, τὸν τοῦ Θεοῦ δυσμενῆ καὶ πολέμιον διάβολον διὰ τούτων παραδηλούμενον, ὃς καλῶς καὶ ἀγαθῶς δημιουργηθεὶς, καὶ ταῖς μὲν ἀρχικαῖς δυνάμεσιν ἐξισούμενος, τῶν δὲ ὑποδεεστέρων ὑπάρχων περιφανέστερος (παράδεισον γὰρ τρυφῆς, καὶ τὰ ἐν τούτῳ ξύλα, κατὰ τοὺς τῆς ἀλληγορίας νόμους, τὰς ἀσωμάτους φύσεις ἐκάλεσε), κατὰ τοῦ πεποιηκότος καὶ τοσαύτην εὐπρέπειαν ὁμοῦ καὶ δύναμιν δεδωκότος ἐλύττησε, καὶ τυραννίδα μελετήσας, καὶ Θεὸς ἔσεσθαι ὀνειροπολήσας ἐξέπεσε. Τοῦτο δὲ καὶ ὁ μακάριος αἰνίττεται Παῦλος, «Μὴ νεόφυτον, λέγων, ἵνα μὴ τυφωθεὶς εἰς κρῖμα ἐμπέσῃ τοῦ διαβόλου.» Οὐκ εἰδὼς γὰρ εἰς δέον χρήσασθαι τῇ τιμῇ παραπλήσια πείσεται τῷ διαβόλῳ, ὃς ἀφορμὴν ἀλαζονείας καὶ τύφου τὴν δοθεῖσαν αὐτῷ τιμὴν ἐποιήσατο. Τοῦτον λέγει «παραδοθήσεσθαι ἄρχοντι ἐθνῶν.» Τίς δὲ οὗτος ὁ ἄρχων τῶν ἐθνῶν, ἢ ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος ὁ Δεσπότης Χριστὸς, πρὸς ὃν ὁ προφήτης φησί· «Τίς οὐ φοβηθήσεταί σε, βασιλεῦ τῶν ἐθνῶν;» Καὶ ὁ μακάριος Ἰακώβ· Οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα, καὶ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως ἂν ἔλθῃ ᾧ ἀπόκειται, καὶ αὐτὸς προσδοκία ἐθνῶν.» Ταῦτα καὶ Ἡσαΐας βοᾷ· «Ἔσται γὰρ, φησὶν, ἡ ῥίζα τοῦ Ἰεσσαὶ, καὶ ὁ ἀνιστάμενος ἄρχων ἐθνῶν, ἐπ' αὐτῷ ἔθνη ἐλπιοῦσι.» Καὶ ὁ Πατὴρ πρὸς αὐτόν· «Δέδωκά σε εἰς διαθήκην γένους, εἰς φῶς ἐθνῶν, τοῦ εἶναί σε εἰς σωτηρίαν ἕως ἐσχάτου τῆς γῆς.» Καὶ ὁ αὐτὸς δὲ προφήτης πάλιν πρὸς αὐτόν· «Ἐκοπίασεν Αἴγυπτος, καὶ ἐμπορία Αἰθιόπων καὶ οἱ Σαβαῒν ἄνδρες ὑψηλοὶ ἐπὶ σὲ ἀναβήσονται, καὶ σοὶ ἔσονται δοῦλοι· ὀπίσω σου ἀκολουθήσουσι δεδεμένοι χειροπέδαις, καὶ ἐν σοὶ προσεύξονται, ὅτι ἐν σοὶ ὁ Θεός ἐστι, καὶ οὐκ ἔστι Θεὸς πλὴν σοῦ,» καὶ τὰ ἑξῆς. Καὶ αὐτὸς δὲ διὰ τοῦ μακαρίου λέγει Δαβίδ· «Λαὸς ὃν οὐκ ἔγνων ἐδούλευσέ μοι.» Καὶ μυρίας δὲ ἑτέρας ἔστιν εὑρεῖν μαρτυρίας ταὐτὸ τοῦτο διδασκούσας. Τούτῳ τοίνυν παραδεδόσθαι λέγει τὸν κοινὸν ἀλάστορα καὶ πολέμιον, καὶ ὑπὸ τούτου γενέσθαι τὴν ἀπώλειαν αὐτοῦ κατὰ τὴν ἀσέβειαν αὐτοῦ. Τούτοις ἐπάγει· Καὶ ἐξέβαλον αὐτὸν ἐγώ. (ιβʹ.) Καὶ ἐξωλόθρευσαν αὐτὸν ἀλλότριοι λοιμοὶ ἀπὸ ἐθνῶν, καὶ κατέβαλον αὐτὸν ἐπὶ τῶν ὀρέων. Τοῦ γὰρ Κυρίου νενικηκότος αὐτὸν, καὶ τῆς δυναστείας καὶ τῆς τυραννίδος ἔξω πεποιηκότος, οἱ πάλαι λοιμοὶ, καὶ τοῦ Θεοῦ ἀλλότριοι οἱ ἐκ τῶν ἐθνῶν, τῷ θείῳ κηρύγ-

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Ezechielem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg027.local001/.
