# Interpretatio in Ezechielem 81.1192

Theodoretus, Interpretatio in Ezechielem, Volume 81. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-ezechielem/81.1192

ὀπτασίαν ἀναστάσεως κέχρηται, καὶ διὰ τῆς τούτου γλώττης τοῖς ἀψύχοις ἐκείνοις καὶ ἁπαξαπλῶς νεκροῖς ὀστέοις παρακελεύεται, καὶ σάρκας φῦσαι, καὶ νεῦρα, καὶ δέρμα, καὶ ζωτικὸν δέξασθαι πνεῦμα. Καὶ ἐγένετο ταῦτα οὐ μόνον τῆς τῶν Ἰουδαίων ἀνακλήσεως, ἀλλὰ καὶ τῆς ἁπάντων ἀναστάσεως τύπος. «Σαλπίσει γὰρ, φησὶν, ὁ θεῖος Ἀπόστολος, καὶ οἱ νεκροὶ ἀναστήσονται ἄφθαρτοι.» ζʹ. Καὶ προεφήτευσα, καθὼς ἐνετείλατό μοι Κύριος, καὶ ἐγένετο φωνὴ ἐν τῷ με προφητεῦσαι, καὶ ἰδοὺ σεισμὸς, καὶ προσήγαγον τὰ ὀστᾶ, ὀστέον πρὸς ὀστέον, ἕκαστον πρὸς τὴν ἁρμονίαν αὑτοῦ. Ὁ μὲν προφήτης τῷ θείῳ διακονῶν προστάγματι, τοὺς λόγους οὓς προσετάχθη προσήνεγκεν, ἠκολούθει δὲ τοῖς λόγοις τὸ ἔργον· καὶ ὁ μὲν σεισμὸς τὴν θείαν ἐπιφάνειαν ἐδήλου, ἡ δὲ φωνὴ, τῶν ὑπουργούντων ἀγγέλων τῷ θείῳ βουλήματι τὴν ἐνέργειαν. Τὰ δὲ ὀστᾶ, φησὶν, ἑώρων θέοντα, καὶ τὴν οἰκείαν ἁρμονίαν ἀπολαμβάνοντα, καὶ ἣν ἐξ ἀρχῆς ἔλαβε συνθήκην δεχόμενα. ηʹ. Καὶ εἶδον, καὶ ἰδοὺ ἐπεγένετο αὐτοῖς νεῦρα, καὶ σάρκες ἀνεφύοντο, καὶ ἀνέβαινεν ἐπ' αὐτὰ, καὶ περιεστάθη αὐτοῖς δέρμα ἐπάνωθεν, καὶ πνεῦμα οὐκ ἦν ἐν αὐτοῖς. Ἀκολουθεῖ τῇ προτέρᾳ δημιουργίᾳ ἡ δευτέρα ἀνάκτισις· ὥσπερ γὰρ τοῦ προπάτορος Ἀδὰμ τὸ σῶμα πρότερον διεπλάσθη, εἶθ' οὕτως ἐνεπνεύσθη αὐτῷ ἡ ψυχή· οὕτω κἀνταῦθα συνῆλθεν ἀμφότερα πρὸς τὴν οἰκείαν ἁρμονίαν. Ἔφυσε δὲ σάρκας καὶ νεῦρα, καὶ ἐκαλύφθη τῷ δέρματι· ἔκειτο δὲ ἄπνοά τινα καὶ ἀκίνητα· ἀλλὰ τυγχάνει πάλιν καὶ ζωῆς καὶ αἰσθήσεως διὰ τοῦ θείου βουλήματος. θʹ. Καὶ εἶπε πρός με· Προφήτευσον ἐπὶ τὸ πνεῦμα, προφήτευσον, υἱὲ ἀνθρώπου, καὶ εἰπὲ τῷ πνεύματι· Τάδε λέγει Ἀδωναῒ Κύριος· Ἐκ τῶν τεσσάρων πνευμάτων ἐλθὲ τὸ πνεῦμα, καὶ ἐμφύσησον εἰς τοὺς νεκροὺς τούτους, καὶ ζησάτωσαν. Διδάσκει ἡμᾶς ὁ λόγος τῆς θείας δυνάμεως τὴν εὐκολίαν, καὶ ὅτι πάντα ἐν τῇ χειρὶ αὐτοῦ. «Ἐν χειρὶ γὰρ αὐτοῦ, φησὶ, ψυχὴ πάντων τῶν ζώντων.» Διὸ τῷ προφήτῃ παρακελεύεται παρεγγυῆσαι ταῖς ὁπουδήποτε οὔσαις ἐπανελθεῖν ψυχαῖς, καὶ τῶν οἰκείων σωμάτων ἀπολαβεῖν τὴν ἐνοίκησιν. ιʹ. Καὶ προεφήτευσα καθότι ἐνετείλατό μοι, καὶ εἰσῆλθεν εἰς αὐτοὺς τὸ πνεῦμα, καὶ ἔζησαν καὶ ἔστησαν ἐπὶ τῶν ποδῶν αὑτῶν, συναγωγὴ πολλὴ σφόδρα. Ἐμοῦ, φησὶ, τὸ θεῖον διαπορθμεύσαντος πρόσταγμα, καὶ ἐζωοποιήθη τὰ συνδεθέντα σώματα, καὶ ἀναστάσεως ἔτυχε, καὶ ἦν, φησὶ, πλῆ-

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Ezechielem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg027.local001/.
