# Interpretatio in Ezechielem 81.808

Theodoretus, Interpretatio in Ezechielem, Volume 81. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-ezechielem/81.808

ΤΟΥ ΜΑΚΑΡΙΟΥ ΘΕΟΔΩΡΗΤΟΥ ΕΠΙΣΚΟΠΟΥ ΚΥΡΟΥ ΕΡΜΗΝΕΙΑ ΤΗΣ ΠΡΟΦΗΤΕΙΑΣ ΤΟΥ ΘΕΙΟΥ ΙΕΖΕΚΙΗΛ. ΥΠΟΘΕΣΙΣ. Οἱ μὲν τοῦ σώματος ὀφθαλμοὶ, σχημάτων καὶ χρωμάτων ἐδημιουργήθησαν δικασταί· καὶ δικάζουσιν ὑγιαίνοντες μὲν, ὀρθῶς καὶ μάλα δικαίως· ἀσθενῶς δὲ διατεθέντες, ἁμαρτάνουσι τοῦ προσήκοντος, καὶ σφόδρα τῷ δικαίῳ λυμαίνονται· ἢ γὰρ παντελῶς οὐχ ὁρῶσιν, ἢ ἕτερα βλέποντες ἀνθ' ἑτέρων, οὐ διακρίνουσι δικαίως τῶν ὁρωμένων τὴν φύσιν. Τὸ δὲ τῆς ψυχῆς ὀπτικὸν, χορηγεῖ μὲν καὶ τούτοις ταύτην αὐτὴν τὴν ἐνέργειαν· ἐδέξατο δὲ καὶ ἑτέραν παρὰ τοῦ δημιουργήσαντος δύναμιν, δι' ἧς οὐ μόνον σχημάτων, καὶ χρωμάτων, καὶ ἀτμῶν, καὶ γεύσεων, καὶ τῶν ἄλλων τῶν τοιούτων τὰς ποιότητας διακρίνει, ἀλλὰ καὶ λόγοις δικάζει, ἀλλὰ καὶ λογισμοῖς, καὶ τούτων τοὺς δυσσεβεῖς ἀπὸ τῶν εὐσεβῶν διακρίνει, καὶ θείων καὶ ἀνθρωπίνων γινώσκει διαφορὰν, καὶ ἁπαξαπλῶς κατὰ τὸν σοφὸν Σολομῶντα νοεῖ παραβολὴν, καὶ σκοτεινὸν λόγον, ῥήσεις τε σοφῶν καὶ αἰνίγματα. Ἀλλὰ τούτων ἕκαστον διακρίνει, εὖ διακείμενον, καὶ ἀπιστίας ἀπηλλαγμένον· ἀχλύος δὲ τοιαύτης ἐπιπροσθούσης ταυτὸν ὑπομένει τοῖς τοῦ σώματος ὀφθαλμοῖς, καὶ ἕτερα ἀνθ' ἑτέρων ὁρᾷ, ἢ παντελῶς οὐχ ὁρᾷ, τοῦ πάθους ἐπικρατήσαντος. Ταύτῃ περιπεσόντες τῇ νόσῳ τινὲς τῆς θείας Γραφῆς κατηγορεῖν ἐπεχείρησαν, διαφερόντως δὲ τῶν προφητικῶν θεσπισμάτων, ὡς ἀσαφείᾳ κεκαλυμμένων. Πρὸς οὓς ἂν εἰκότως ὁ θεσπέσιος εἴποι Παῦλος· «Εἰ δὲ καὶ ἔστι κεκαλυμμένον τὸ Εὐαγγέλιον ἡμῶν, ἐν τοῖς ἀπολλυμένοις ἐστὶ κεκαλυμμμένον· σοφίαν γὰρ λαλοῦμεν ἐν τοῖς τελείοις.» Συμφωνεῖ δὲ τούτοις καὶ τὰ ὑπὸ

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Ezechielem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg027.local001/.
