# Interpretatio in Ezechielem 81.816

Theodoretus, Interpretatio in Ezechielem, Volume 81. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-ezechielem/81.816

φησίν. Οὐρίας δὲ ὁ Σαμαίου ἐπὶ τοῦ προτέρου Ἰωακεὶμ προφητεύσας καὶ λυπηρὰ προαγορεύσας, τὴν ἄδικον ὑπέμεινεν ὑπὸ τῆς ἐκείνου μιαιφονίας σφαγήν. Τῶν τοίνυν κατὰ τὸν τῆς αἰχμαλωσίας προφητευσάντων καιρὸν, ἔσχατός ἐστι προφήτης ὁ θεῖος Ἰεζεκιήλ. Ἀγγαῖος δὲ, καὶ Ζαχαρίας, καὶ Μαλαχίας μετὰ τὴν ἐπάνοδον προεφήτευσαν· ὁρᾷ δὲ οὗτος ὁ προφήτης θείας ἀποκαλύψεις δέους καὶ φρίκης μεστάς· προθεσπίζει δὲ οὐ μόνον τὴν Ἰουδαίων πανωλεθρίαν, ἀλλὰ καὶ τὴν Τυρίων, καὶ Σιδωνίων, καὶ τῶν ἄλλων ἀλλοφύλων, Μωαβιτῶν τε καὶ Ἀμμανιτῶν, καὶ Ἰδουμαίων, καὶ πρὸς τούτοις Αἰγυπτίων. Προλέγει δὲ καὶ τὴν τῆς αἰχμαλωσίας τῶν Ἰουδαίων ἀπαλλαγὴν, καὶ τοῦ θείου νεὼ τὴν οἰκοδομίαν, καὶ ἄλλα μυρία, ἃ τῇ κατὰ μέρος ἑρμηνείᾳ φυλάξομεν, ἵνα μὴ τὴν ὑπόθεσιν εἰς μῆκος ἐκτείνωμεν. Αὐτὸν τοίνυν τὸν τοῦ προφήτου Θεὸν διὰ τοῦ προφήτου παρακαλέσαντες τοῦ τῆς γνώσεως ἡμῖν μεταδοῦναι χαρίσματος, φέρε τῆς ἑρμηνείας ἁψώμεθα. ΤΟΜΟΣ Αʹ. ΚΕΦΑΛΑΙΟΝ Αʹ. αʹ. Καὶ ἐγένετο ἐν τῷ τριακοστῷ ἔτει, ἐν τῷ τετάρτῳ μηνὶ, πέμπτῃ τοῦ μηνός. Τισὶν ἔδοξε τὸ τριακοστὸν ἔτος τοῦ Ἰωβηλαίου εἶναι· Ἰωβηλαῖον δὲ καλοῦσιν Ἰουδαῖοι τὸν τῶν πεντήκοντα ἐτῶν ἀριθμόν. Καθάπερ γὰρ Ῥωμαῖοι κατὰ πέντε καὶ δέκα ἔτη τὴν ἀνακύκλωσιν ἀριθμοῦσι τοῦ χρόνου, οὕτως Ἰουδαῖοι κατὰ πεντήκοντα. Τούτων τῶν πεντήκοντα ἐτῶν τριακοστὸν ἐνιαυτὸν ἔφασάν τινες εἶναι τῆς προφητείας τὸν χρόνον. Ἐγὼ δὲ πρῶτον μὲν ἐν τοῖς χρονικοῖς ἐπιζητήσας τὸν χρόνον, εὗρον τῆς αἰχμαλωσίας Ἰεχονίου τὸν πέμπτον ἐνιαυτὸν, οὐ τῷ τριακοστῷ τοῦ Ἰωβηλαίου, ἀλλὰ τῷ πέμπτῳ ἔτει καὶ εἰκοστῷ σύγχρονον. Ἔπειτα σκοπήσας, ὡς οὐδεὶς τῶν ἁγίων προφητῶν τοῦτον τὸν χρόνον παρεδήλωσε πώποτε, ἐρευνήσας εὗρον τῆς αἰχμαλωσίας τοῦτο τὸ ἔτος τριακοστόν. Μετ' ὀλίγα γὰρ αὐτὸς οὗτος ὁ προφήτης ἀνακλιθῆναι κατὰ τοῦ πλευροῦ τοῦ δεξιοῦ προστάττεται, καὶ λαβεῖν τοῦ Ἰούδα τὰς ἁμαρτίας ἡμέρας τεσσαράκοντα, τῆς ἡμέρας εἰς ἐνιαυτὸν λογιζομένης.

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Ezechielem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg027.local001/.
