# Interpretatio in Ezechielem 81.817

Theodoretus, Interpretatio in Ezechielem, Volume 81. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-ezechielem/81.817

Σκοπήσας οὖν, ὡς ἔτεσιν ἑβδομήκοντα τὴν αἰχμαλωσίαν Ἰούδα περιώρισεν ὁ φιλάνθρωπος Δεσπότης, καὶ ὅτι τεσσαράκοντα τοῖς ἑβδομήκοντα ὑπολέλειπται ἔτη, συνεῖδον ὅτι τὸ τριακοστὸν ἔτος ὁ προφήτης τῆς αἰχμαλωσίας εἶναί φησιν. Ἀναποδίζων δὲ, καὶ τὸν χρόνον ἀναζητῶν, εὑρίσκω τὴν αἰχμαλωσίαν οὐ πρὸ τριάκοντα γεγενημένην ἐτῶν, ἀλλὰ πρὸ τριῶν καὶ δέκα ἐτῶν. Ἀλλ' ἀγαθὸς ὢν καὶ φιλάνθρωπος ὁ Θεὸς, ἐκ τῆς οἰκείας ἀποφάσεως, οὐκ ἐκ τῆς τῶν πραγμάτων ἐκβάσεως, τὸν τῆς παιδείας χρόνον εἴωθεν ἀριθμεῖν. Οὕτω καὶ ἐπὶ τοῦ πατριάρχου πεποίηκεν Ἀβραάμ. Εἰρηκὼς γὰρ, ὅτι «Πάροικον ἔσται τὸ σπέρμα σου ἐν γῇ οὐκ ἰδίᾳ, καὶ δουλώσουσιν αὐτὸ, καὶ κακώσουσιν αὐτὸ ἔτη τετρακόσια, οὐκ εἴασεν παρ' Αἰγυπτίοις τοῦτον ἅπαντα διατελέσαι τὸν χρόνον, ἀλλ' ἐκ τῆς ἀποφάσεως ἀριθμεῖ τὸν τῶν τετρακοσίων ἐτῶν ἀριθμόν· καὶ ἐπὶ τοῦ Νῶε δὲ εἴκοσι καὶ ἑκατὸν ἐνιαυτῶν προθεσμίαν εἰς μεταμέλειαν δεδωκὼς, τῆς παρανομίας τὴν ἐπίδοσιν θεασάμενος, οὐκ ἀνέμεινε τὸ τῆς ἀποφάσεως τέλος, ἵνα παύσῃ τῆς ἁμαρτίας τὸν δρόμον. Οὕτω τοίνυν κἀνταῦθα τῶν τριάκοντα ἐτῶν τὸν ἀριθμὸν εὑρήσομεν, ἀρχὴν τοῦ ἀριθμοῦ τὴν ἀπόφασιν τοῦ Θεοῦ ποιησάμενοι. Κατεψηφίσατο δὲ ὁ Θεὸς Ἰουδαίων αἰχμαλωσίαν καὶ δουλείαν ἐν τῷ ὀκτωκαιδεκάτῳ ἔτει τῆς Ἰωσίου βασιλείας. Χελκίου γὰρ τοῦ ἀρχιερέως συγκεχωσμένον τὸν Μωσαϊκὸν εὑρηκότος νόμον (τοσαύτη γὰρ Ἰουδαίας ἐκράτει παρανομία, ὡς καὶ λήθῃ παντελεῖ τὰ θεῖα παραδοθῆναι), εἶτα τοῦ βασιλέως τοῦτον ἀναγνόντος, καὶ σκοπήσαντος, ὡς ἄντικρυς ἐναντία τῷ νόμῳ τὰ παρὰ τοῦ λαοῦ τολμώμενα, καὶ τούτου χάριν λίαν ἐκδειματωθέντος, καὶ τὸν ἀρχιερέα παρακαλέσαντος ἵλεων τὸν Θεὸν καταστῆσαι, ἀφικνεῖται μὲν ὁ ἀρχιερεὺς πρὸς Ὀλδᾶν τὴν προφῆτιν, εὐσεβῆ γυναῖκα καὶ τῶν θείων φύλακα νόμων· ἡ δὲ ἔνθους γενομένη, καὶ τοῦ θείου Πνεύματος πλήρης, εἶπε πρὸς αὐτόν· «Τάδε λέγει Κύριος ὁ Θεὸς Ἰσραήλ· Εἴπατε τῷ ἀνδρὶ τῷ ἀποστείλαντι ὑμᾶς πρός με· Ἰδοὺ ἐγὼ ἐπάγω κακὰ ἐπὶ τὸν τόπον τοῦτον, καὶ ἐπὶ τοὺς κατοικοῦντας ἐν αὐτῷ, πάντας τοὺς λόγους τοῦ βιβλίου οὗ ἀνέγνω ὁ βασιλεὺς Ἰούδα· ἀνθ' ὧν ἐγκατέλιπόν με, καὶ ἐθυμίασαν θεοῖς ἑτέροις, ἵνα παροργίσωσί με ἐν πᾶσι τοῖς ἔργοις τῶν χειρῶν αὑτῶν· καὶ ἐκκαυθήσεται ὁ θυμός μου ἐν τῷ τόπῳ τούτῳ, καὶ οὐ σβεσθήσεται· πρὸς δὲ τὸν βασιλέα Ἰούδα, τὸν καὶ ἀποστείλαντα ὑμᾶς τοῦ ἐκζητῆσαι τὸν Κύριον, οὕτως ἐρεῖτε πρὸς αὐτόν· Τάδε λέγει Κύριος ὁ Θεὸς Ἰσραήλ· Ἀνθ' ὧν ἤκουσας τοὺς λόγους μου, καὶ μετεμελήθη ἡ καρδία σου, καὶ ἐνετράπης ἀπὸ προσώπου μου, ὡς ἤκουσας ὅσα ἐλάλησα ἐπὶ τὸν τόπον τοῦτον, καὶ ἐπὶ τοὺς κατοικοῦν-

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Ezechielem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg027.local001/.
