# Interpretatio in Ezechielem 81.828

Theodoretus, Interpretatio in Ezechielem, Volume 81. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-ezechielem/81.828

καὶ οὐκ ἐπέστρεφον. Τὴν ἐν ἅπασιν εὐπείθειαν τῶν ἀοράτων δυνάμεων σημαίνει, καὶ ὅτι τὴν τεταγμένην ὁδὸν οὐ κατελίμπανον. Ταυτὸ δὲ τοῦτο καὶ ὁ θεῖος Δαβὶδ διδάσκει, λέγων· «Εὐλογεῖτε τὸν Κύριον, πάντες οἱ ἄγγελοι αὐτοῦ, δυνατοὶ ἰσχύϊ, ποιοῦντες τὸν λόγον αὐτοῦ, τοῦ ἀκοῦσαι τῆς φωνῆς τῶν λόγων αὐτοῦ.» ιγʹ, ιδʹ. Καὶ ἐν μέσῳ τῶν ζώων, ὡς ὅρασις ἀνθράκων πυρὸς καιομένων, ὡς ὄψις λαμπάδων συστρεφομένων ἀναμέσον τῶν ζώων, καὶ φέγγος τοῦ πυρὸς, καὶ ἐκ τοῦ πυρὸς ἐξεπορεύετο ἀστραπή. Καὶ τὰ ζῶα ἔτρεχον, καὶ ἀνέκαμπτον, ὡς εἶδος τοῦ βεζέκ. Τοῦτο δὲ ὁ Σύμμαχος ἡρμήνευσεν, «ὡς εἶδος ἀκτῖνος ἀστραπῆς.» Φοβερὰ ἡ θεωρία, καὶ φρίκης μεστὴ, καὶ τιμωρίας ἀπειλὴν προσημαίνουσα· οἱ γὰρ τοῦ πυρὸς ἄνθρακες, καὶ αἱ συστρεφόμεναι λαμπάδες, καὶ ἡ ἐκεῖθεν ἀφιεμένη ἀστραπὴ, καὶ ὁ τῇδε κἀκεῖσε τῶν ζώων δρόμος, καὶ ἐκ τῶν δρόμων ἐκπεμπομένη αἴγλη, τῶν ἐσομένων κακῶν ὑπάρχει δηλωτικά· ἐν γὰρ τιμωρίαις τοῦτο καὶ ὁ μακάριος τάττει Δαβὶδ, νῦν μὲν λέγων, «Χάλαζα καὶ ἄνθρακες πυρός·» νῦν δὲ, «Πεσοῦνται ἐπ' αὐτοὺς ἄνθρακες πυρός·» ἑτέρωθι δὲ, «Ἀστραπὰς ἐπλήθυνε, καὶ συνετάραξεν αὐτούς·» καὶ ἀλλαχοῦ, «Ἄστραψον ἀστραπήν σου, καὶ σκορπιεῖς αὐτούς· ἐξαπόστειλον τὰ βέλη σου, καὶ συνταράξεις αὐτούς.» ιεʹ, ιϛʹ. Καὶ εἶδον, καὶ ἰδοὺ τροχὸς εἷς ἐπὶ τῆς γῆς ἐχόμενος τῶν ζώων τοῖς τέσσαρσι. Καὶ τὸ εἶδος τῶν τροχῶν, καὶ ἡ ποίησις αὐτῶν, ὡς εἶδος Θαρσεῖς. Κατὰ δὲ τὸν Σύμμαχον, «ὡς ὅρασις ὑακίνθου.» —»Καὶ ὁμοίωμα ἐν τοῖς τέσσαρσι, καὶ ἡ ὅρασις αὐτῶν, καὶ τὸ ἔργον αὐτῶν ἕν.» Ἐν ἑκάστῳ τῶν ζώων ἕνα τροχὸν ἑπόμενον ἐθεώρει εἶδος ὑακίνθου ἔχοντα· οὐδεμίαν δὲ διαφορὰν ἔφη ἐν αὐτοῖς τεθεᾶσθαι, ἀλλ' ἀκριβῶς ἀλλήλοις ἐοικέναι τοὺς τέσσαρας. Ἡ ὅρασις γὰρ αὐτῶν, φησὶ, καὶ τὸ ἔργον αὐτῶν ἓν, καθὼς ἂν εἴη τροχὸς ἐν τροχῷ. ιζʹ, ιηʹ. Ἐπὶ τὰ τέσσαρα μέρη αὐτῶν ἐπορεύοντο, καὶ οὐκ ἐπέστρεφον ἐν τῷ πορεύεσθαι αὐτοὺς, οὐδὲ οἱ νῶτοι αὐτῶν. Καὶ ὕψος ἦν αὐτοῖς, καὶ φοβεροὶ ἦσαν. Ὥσπερ τὰ ζῶα τετραπρόσωπα λέγει, τὴν πάντοσε διήκουσαν ἐποψίαν τοῦ Θεοῦ διὰ τούτων τοῦ λόγου παραδηλοῦντος· οὕτως καὶ τῶν τροχῶν ἑρμηνεύει τὸ εἶδος, ὡς ἂν εἴη, φησὶ, τροχὸς ἐν τροχῷ· τοῦτο δ' ἄν τις κατιδεῖν δυνηθείη, δύο κύκλους τῷ λόγῳ παραλαβὼν, καὶ τὸν ἕτερον τῷ

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Ezechielem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg027.local001/.
