# Interpretatio in Ezechielem 81.829

Theodoretus, Interpretatio in Ezechielem, Volume 81. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-ezechielem/81.829

ἑτέρῳ σταυροειδῶς ἐνείρας· τὸ γὰρ τοιοῦτον σχῆμα, καὶ ἐπὶ τῆς αὐτῆς κείμενον ἕδρας, τὴν ἐπὶ τὰ τέσσαρα μέρη κίνησιν ἐπιδέχεται, ἑῷον, φημὶ, καὶ τὸ ἑσπέριον, τό τε βόρειον καὶ τὸ νότιον. Τοῦτο τοίνυν ὁ μακάριος προφήτης φησὶ, Καθὼς ἂν εἴη τροχὸς ἐν τροχῷ, ἐπὶ τὰ τέσσαρα μέρη αὐτῶν ἐπορεύοντο, καὶ οὐκ ἐπέστρεφον ἐν τῷ πορεύεσθαι αὐτούς· τὸ γὰρ τοιοῦτον σχῆμα οὐ δεῖται μεταστροφῆς· εἰς ἕκαστον γὰρ τῶν κλιμάτων ἀπὸ τῆς αὐτῆς ἕδρας κινούμενον ῥᾳδίως ὁρμᾷ. Καὶ τοῦτο δὲ ὡσαύτως τὴν πανταχοῦ τοῦ Θεοῦ παρουσίαν σημαίνει, παχύτερον καὶ σωματικώτερον διὰ τὴν ἀνθρωπίνην ἀσθένειαν τούτων θεωρηθέντων· «Καὶ ἴδον αὐτοὺς, καὶ ἰδοὺ οἱ νῶτοι αὐτῶν πλήρεις ὀφθαλμῶν κυκλόθεν τοῖς τέσσαρσι.» ιθʹ—καʹ. Καὶ ἐν τῷ πορεύεσθαι τὰ ζῶα, ἐπορεύοντο οἱ τροχοὶ ἐχόμενοι αὐτῶν, καὶ ἐν τῷ ἐξαίρειν τὰ ζῶα ἀπὸ τῆς γῆς, ἐξῄροντο οἱ τροχοί. Οὗ ἂν ἦν ἡ νεφέλη, ἐκεῖ ὥρμα τὸ πνεῦμα τοῦ πορεύεσθαι· ἐπορεύοντο τὰ ζῶα, καὶ οἱ τροχοὶ ᾔροντο σὺν αὐτοῖς, διότι πνεῦμα ζωῆς ἦν ἐν τοῖς τροχοῖς. Ἐν τῷ πορεύεσθαι αὐτὰ ἐπορεύοντο, καὶ ἐν τῷ ἑστάναι αὐτὰ εἱστήκεισαν, καὶ ἐν τῷ ἐξαίρειν αὐτὰ ἀπὸ τῆς γῆς ἐξῄροντο σὺν αὐτοῖς, ὅτι πνεῦμα ζωῆς ἦν ἐν τοῖς τροχοῖς. Τοῦτο σαφῶς ἡμᾶς ὁ μακάριος διδάσκει Παῦλος, τῶν ἀοράτων φύσεων καταλέγων τὰ τάγματα καὶ ταῖς ἄλλαις δυνάμεσι καὶ Θρόνους τινὰς συγκατατάττων. «Ἐν αὐτῷ γὰρ, φησὶν, ἐκτίσθη τὰ πάντα· τουτέστι, ἐν τῷ Χριστῷ· εἴτε ὁρατὰ, εἴτε ἀόρατα, εἴτε Θρόνοι, εἴτε Ἐξουσίαι, εἴτε Ἄγγελοι, εἴτε Δυνάμεις· πάντα ἐν αὐτῷ καὶ εἰς αὐτὸν ἔκτισται.» Οὐκοῦν καὶ οἱ Θρόνοι λογικόν ἐστι καὶ ἀσώματον σύστημα· διὸ καὶ ὁ προφήτης λέγει, ὅτι πνεῦμα ζωῆς ἦν ἐν τοῖς τροχοῖς, ὅθεν καὶ αὐτόματος ἦν κίνησις, καὶ ἐθελούσιος· οὔτε γὰρ ῥυμός τις καὶ ζυγὸς τοῖς ζώοις ἐπέκειτο· ἀλλ' ἡγεῖτο μὲν ἡ νεφέλη, τὸ δὲ βίαιον ἐκεῖνο καὶ σφοδρὸν ἠκολούθει πνεῦμα. Τὸ θεῖον ὄχημα αὐτόματον ἔθει, τῶν μὲν ζώων προηγουμένων, τῶν δὲ τροχῶν αὐτομάτως κινουμένων, καὶ ἐπὶ τὰ τέσσαρα μέρη ἀμεταστρεπτὶ φερομένων. Οἱ γὰρ νῶτοι αὐτῶν, φησὶ, πλήρεις ὑπῆρχον ὀφθαλμῶν, τουτέστι, γνώσεως ἦσαν ἀνάπλεοι· τοῦτο δὲ καὶ ἡ τῶν Χερουβὶμ ἑρμηνεία δηλοῖ· εἰς γὰρ τὴν Ἑλλάδα φωνὴν μεταφερόμενον πλῆθος γνώσεως ἑρμηνεύει τὸ ὄνομα. κβʹ—κεʹ. Καὶ ὁμοίωμα, φησὶν, ὑπὲρ κεφαλῆς αὐτῶν τῶν ζώων ὡσεὶ στερέωμα, ὡς ὅρασις κρυστάλλου φοβεροῦ, ἐκτεταμένου ὑπὲρ κεφαλῆς αὐτῶν ὑπεράνωθεν. Καὶ ὑποκάτω τοῦ στερεώματος αἱ πτέρυγες αὐτῶν ἐκτεταμέναι, πτερυσσόμεναι ἑκατέρα πρὸς τὴν ἑκατέραν· ἑκάστῳ

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Ezechielem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg027.local001/.
