# Interpretatio in Ezechielem 81.844

Theodoretus, Interpretatio in Ezechielem, Volume 81. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-ezechielem/81.844

κοιλία σου πλησθήσεται τῆς κεφαλίδος ταύτης τῆς δεδομένης εἰς σέ· καὶ ἔφαγον αὐτὴν, καὶ ἐγένετο ἐν τῷ στόματί μου, ὡς μέλι γλυκάζον. «Ὡς γλυκέα,» φησὶν ὁ θεῖος Δαβὶδ, «τῷ λάρυγγί μου τὰ λόγιά σου· ὑπὲρ μέλι τῷ στόματί μου.» Γλυκὺς δὲ, καὶ λίαν ἡδὺς, καὶ τῶν ἁμαρτημάτων ὁ θρῆνος· «Ἀθυμία γὰρ, φησὶ, κατέσχε με ἀπὸ ἁμαρτωλῶν τῶν ἐγκαταλιμπανόντων τὸν νόμον σου·» καὶ, «Ἴδον ἀσυνετοῦντας καὶ ἐξετηκόμην, ὅτι τὰ λόγιά σου οὐκ ἐφυλάξαντο.» Καὶ ὁ τούτου δὲ υἱὸς παραινεῖ λέγων· «Ἀγαθὸν πορευθῆναι εἰς οἶκον πένθους, ἢ πορευθῆναι εἰς οἶκον γέλωτος.» Οὕτως ἐγένετο τῷ προφήτῃ μέλιτι ἐμφερὴς τῆς κεφαλίδος ἡ βρῶσις, οὐδὲν μὲν ἐχούσης τερπνὸν ἢ θυμῆρες, θρῆνον δὲ, καὶ μέλος, καὶ οὐαί. Μηδεὶς δὲ αἰσθητὴν καὶ σωματικὴν ὑπολάβῃ τῆς κεφαλίδος τὴν βρῶσιν. Ὥσπερ γὰρ ἐκείνην τὴν θεωρίαν πνευματικῶς ἐθεάσατο, οὕτως καὶ ταύτης πνευματικῶς μεταλαμβάνει τῆς γεύσεως. δʹ—ϛʹ. Καὶ εἶπε πρός με· Υἱὲ ἀνθρώπου, βάδιζε, εἴσελθε εἰς τὸν οἶκον τοῦ Ἰσραὴλ, καὶ λάλησον τοὺς λόγους μου πρὸς αὐτούς. Διότι οὐ πρὸς λαὸν βαθύχειλον ἢ βαρύγλωσσον σὺ ἐξαποστέλλῃ, ἀλλὰ πρὸς τὸν οἶκον τοῦ Ἰσραήλ. Οὐδὲ πρὸς λαοὺς πολλοὺς ἀλλοφώνους ἢ ἀλλογλώσσους, οὐδὲ στιβαροὺς τῇ γλώσσῃ ὄντας, ὧν οὐχὶ ἀκούσῃ τοὺς λόγους. Ἐνταῦθα σαφῶς δείκνυσι τῶν ἀποστολικῶν πόνων καὶ προφητικῶν τὸ διάφορον. Οἱ μὲν γὰρ ἑνὸς ἔθνους τὴν ἐπιμέλειαν ἐπιστεύθησαν, ἐξ αὐτῶν ὁρμώμενοι, καὶ τὴν αὐτὴν φωνὴν ἔχοντες· οἱ δὲ τὴν οἰκουμένην ἐνεχειρίσθησαν, καὶ ἅπαντα τὰ ἔθνη, κατὰ τὴν τοῦ Κυρίου φωνήν· «Πορευθέντες γὰρ, φησὶ, μαθητεύσατε πάντα τὰ ἔθνη, οἳ μυρίας εἶχον καὶ διαφόρους γλώττας, ἤθη δὲ ποικίλα, καὶ νόμους ἐναντίους· ἀλλ' ὅμως οἱ τὰ πολλὰ ἔθνη, καὶ τὰς διαφόρους γλώττας, καὶ τοὺς ποικίλους τρόπους, καὶ τοὺς παντοδαποὺς ἐγχειρισθέντες νόμους, τὴν οἰκουμένην ἐπὶ τὸ κρεῖττον μετέβαλον· οἱ δὲ τὸν δυσήνιον ἐκεῖνον ἐγχειρισθέντες λαὸν, πολὺν μὲν ὑπέμειναν τὸν πόνον, οὐκ ἀξίους δὲ τῶν πόνων ἐδρέψαντο τοὺς καρπούς· αἰτία δὲ οὐχ ἡ τῶν γεωργῶν ῥᾳθυμία, ἀλλὰ τῶν γεωργουμένων ἡ δυστροπία. Οὗ χάριν καὶ αὐτὸς ὁ Δεσπότης φησίν· Εἰ καὶ πρὸς τοιούτους ἐξαπέστειλά σε, οὗτοι ἂν εἰσήκουσάν σου. (ζʹ.) Ὁ δὲ οἶκος Ἰσραὴλ οὐ μὴ θελήσουσιν ἀκοῦσαί σου, διότι οὐ βούλονται εἰσακούειν μου· ὅτι πᾶς οἶκος Ἰσραὴλ φιλόνεικοί εἰσι, καὶ σκληροκάρδιοι. Διὰ δὲ τούτων ἔδειξε, τῶν μὲν ἐθνῶν τὸ εὐπειθὲς, τοῦ δὲ Ἰσραὴλ τὸ δυσήκοον· ἡρμήνευσε δὲ καὶ τὸ, «Ἐὰν

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Ezechielem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg027.local001/.
