# Interpretatio in Ezechielem 81.845

Theodoretus, Interpretatio in Ezechielem, Volume 81. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-ezechielem/81.845

ἄρα ἀκούσωσι,» σαφῶς διδάξας, ὡς οὐκ ἀγνοεῖ, ἀλλ' ἀκριβῶς οἶδεν αὐτῶν τὴν ἀπείθειαν· σημαίνει δὲ κατὰ ταυτὸν, ὡς ἀπὸ γνώμης, ἀλλ' οὐκ ἐκ φύσεως αὕτη· «Ὁ γὰρ οἶκος, φησὶν, Ἰσραὴλ οὐ μὴ θελήσουσιν ἀκοῦσαί σου, διότι οὐ βούλονται εἰσακούειν μου·» ἀντὶ τοῦ, Μὴ ἀλγήσῃς παρακουόμενος· ἐμοὶ γὰρ ἀντιλέγοντες τοῖς ὑπὸ σοῦ προσφερομένοις ἀντιπίπτουσι λόγοις· αἰτία δὲ τῆς ἀντιλογίας ἡ φιλόνεικος γνώμη, καὶ ἡ τῆς καρδίας ἀντιτυπία, καὶ τοῦ φρονήματος ἡ θρασύτης· ἀλλὰ μὴ δείσῃς πρὸς τοιούτους ἀποστελλόμενος. ηʹ, θʹ. Ἰδοὺ γὰρ δέδωκα τὸ πρόσωπόν σου δυνατὸν κατέναντι τῶν προσώπων αὐτῶν, καὶ τὸ νεῖκός σου κατισχύσω κατέναντι τοῦ νείκους αὐτῶν. Καὶ ἔσται διαπαντὸς, κραταιότερον πέτρας δέδωκα τὸ πρόσωπόν σου, μὴ φοβηθῇς ἀπ' αὐτῶν, μηδὲ πτοηθῇς ἀπὸ προσώπου αὐτῶν, διότι οἶκος παραπικραίνων ἐστί. Εἰδὼς, φησὶν, αὐτῶν τὴν πονηρίαν τῆς γνώμης, πάντα φόβον ἐκ τῆς διανοίας ἐξόρισον· δώσω γάρ σοι ἰσχὺν ἀναλογοῦσαν τῇ ἐκείνων ἀντιλογίᾳ, καὶ σύμμετρον τῷ πόνῳ παρέξω τὴν δύναμιν, καὶ πάσης πέτρας κραταιότερόν σου καταστήσω τὸ μέτωπον, ἵνα μήτε παροινούμενος, μήτε τυπτόμενος, μήτε ἄλλο τι τῶν δεινῶν ὑπομένων, φύγῃς τὴν τοῦ λόγου διακονίαν, καὶ τὴν τούτων ἐπιμέλειαν καταλίπῃς. ιʹ, ιαʹ. Καὶ εἶπε πρός με, Υἱὲ ἀνθρώπου, πάντας τοὺς λόγους, οὓς λελάληκα μετὰ σοῦ, λάβε εἰς τὴν καρδίαν σου, καὶ τοῖς ὠσί σου ἄκουε. Καὶ βάδιζε, εἴσελθε εἰς τὴν αἰχμαλωσίαν πρὸς τοὺς υἱοὺς τοῦ λαοῦ σου, καὶ ἐρεῖς πρὸς αὐτούς· Τάδε λέγει Ἀδωναῒ Κύριος· Ἐὰν ἄρα ἀκούσωσιν, ἐὰν ἄρα ἐνδῶσιν. Μηδὲν, φησὶν, οἰκεῖον φθέγξῃ διαλεγόμενος πρὸς αὐτοὺς, ἀλλὰ τοῖς ἐμοῖς διακόνησον λόγοις, καὶ τὰ παρ' ἐμοῦ σοι κελευόμενα πρόσφερε· εἰκὸς γὰρ αὐτοὺς τοὺς σοὺς αἰδεσθῆναι πόνους, καὶ τὰς ἐμὰς ἀπειλὰς φοβηθῆναι. Ἡ δὲ ἀμφιβολία πάλιν, ὡς ἔφην, οὐ τὴν ἄγνοιαν σημαίνει, ἀλλὰ τοῦ αὐτεξουσίου τὴν ὁρμὴν διεγείρει. ιβʹ. Καὶ ἔλαβέ με Πνεῦμα, καὶ ἤκουσα κατόπισθέν μου φωνὴν σεισμοῦ μεγάλου, Εὐλογημένη ἡ δόξα Κυρίου ἐκ τοῦ τόπου αὑτοῦ. Ταύτας γὰρ, φησὶ, δεξάμενος τὰς ἐντολὰς, κατηπειγόμην τὴν διακονίαν πληροῦν, καὶ οὐδὲ τοῖς ποσὶ κεχρῆσθαι συνεχωρούμην, ἀλλ' ὑπὸ θείας συνεργείας πρὸς οὓς ἀπεστάλην μετεφερόμην. Ἀναγκαίως δὲ καὶ τοῦ σεισμοῦ τὴν αἴσθησιν δέχεται, ἵνα τῷ φόβῳ νυττόμενος τὴν διακονίαν πληρώσῃ. Λέγει δὲ καὶ τὴν ὑμνῳδίαν, ἣν ἀνέπεμψεν αἰσθόμενος τοῦ σεισμοῦ· «Εὐλογημένη ἡ δόξα Κυρίου ἐκ τοῦ τόπου αὑτοῦ.» Τοῦτο δὲ ὑπ' αὐτοῦ τοῦ Θεοῦ διδαχθεὶς

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Ezechielem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg027.local001/.
