# Interpretatio in Ezechielem 81.869

Theodoretus, Interpretatio in Ezechielem, Volume 81. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-ezechielem/81.869

καὶ ἐρεῖς. Οὐ λογικὰ τὰ ὄρη, οὔτε μὴν ἔμψυχα, ἀλλὰ καὶ ἀναίσθητα· εἰς ἔλεγχον δὲ τῶν λογικῶν τοῖς ἀψύχοις προσδιαλέγεται· οὕτω καὶ ἐπὶ τοῦ Ἱεροβοὰμ πρὸς τὸ θυσιαστήριον ὁ ἄνθρωπος τοῦ Θεοῦ τοὺς λόγους ἐποιήσατο. γʹ, δʹ. Τὰ ὄρη Ἰσραὴλ ἀκούσατε τὸν λόγον Ἀδωναῒ Κυρίου· τάδε λέγει Ἀδωναῒ Κύριος τοῖς ὄρεσι, καὶ τοῖς βουνοῖς, καὶ ταῖς νάπαις, καὶ ταῖς φάραγξιν· Ἰδοὺ ἐγὼ ἐπάγω ἐφ' ὑμᾶς ῥομφαίαν, καὶ ἐξολοθρευθήσεται τὰ ὑψηλὰ ὑμῶν. Καὶ ἀφανισθήσεται τὰ θυσιαστήρια ὑμῶν, καὶ συντριβήσεται τὰ τεμένη ὑμῶν, καὶ καταβαλῶ τραυματίας ὑμῶν ἐνώπιον τῶν εἰδώλων ὑμῶν. Ἐπειδὴ γὰρ ἐν τούτοις πᾶσι τοῖς χωρίοις βωμοὺς τοῖς εἰδώλοις ἀνήγειραν, ἀναγκαίως προλέγει τὴν ἐσομένην τῶν πολεμίων ἔφοδον, καὶ τὰς πανταχοῦ γενησομένας σφαγὰς, καὶ τῶν εἰδωλικῶν τεμενῶν τὴν ἐκπόρθησιν. εʹ, ϛʹ. Καὶ δώσω τὰ πτώματα υἱῶν Ἰσραὴλ κατὰ πρόσωπον εἰδώλων αὐτῶν, καὶ διασκορπιῶ τὰ ὀστᾶ ὑμῶν κύκλῳ τῶν θυσιαστηρίων ὑμῶν· ἐν πάσῃ τῇ κατοικίᾳ ὑμῶν. Ἀπὸ τῶν ἀψύχων μετήγαγεν ἐπὶ τοὺς λογικοὺς τὸν λόγον, καὶ ἀπειλεῖ, ὅτι νεκρῶν πληρώσει τὰ τῶν εἰδώλων τεμένη, καὶ ἀνθρωπείων ὀστέων τὰ τῶν δαιμόνων θυσιαστήρια, διδάσκων διὰ τῆς τιμωρίας, ὡς οὐδὲν ἀπώναντο τῆς τῶν δαιμόνων θεραπείας, οὐδὲ μὴν ἐπικουρίας τινὸς ἐν ταῖς ἐπενεχθείσαις συμφοραῖς παρ' ἐκείνων ἀπήλαυσαν. «Καὶ αἱ πόλεις ἐξερημωθήσονται, καὶ τὰ ὑψηλὰ ἀφανισθήσονται, ὅπως ἐξολοθρευθῇ τε καὶ πλημμελήσῃ τὰ θυσιαστήρια ὑμῶν, καὶ συντριβήσεται.» Τὸ δὲ πλημμελήσῃ, ἐρημωθήσῃ ὁ Σύμμαχος ἡρμήνευσε. «Καὶ καταπαύσῃ τὰ εἴδωλα ὑμῶν, καὶ ἐξαρθῇ τὰ τεμένη ὑμῶν, καὶ ἐξαλειφθῇ τὰ ἔργα ὑμῶν.» Ἔδειξε τῆς τιμωρίας τὰς αἰτίας· ἰατρικῶς γὰρ ὁ φιλάνθρωπος κολάζει Δεσπότης, ἵνα παύσῃ τῆς ἀσεβείας τὸν δρόμον· ταῦτα γὰρ πάντα, φησὶ, ποιῶ, καὶ τὴν ἐρημίαν ἐπάξω, ἵνα σβέσω τὴν περὶ τὰ εἴδωλα μανίαν τε καὶ λύτταν. ζʹ. Καὶ πεσοῦνται τραυματίαι ὑμῶν ἐν μέσῳ ὑμῶν, καὶ γνώσεσθε ὅτι ἐγὼ Κύριος. Ὥστε ἡ τιμωρία διδάσκαλος θεογνωσίας· διὸ καὶ ὁ μακάριος ἔλεγε Δαβὶδ, «Ἀγαθόν μοι, ὅτι ἐταπείνωσάς με, ὅπως ἂν μάθω τὰ δικαιώματά σου.» ηʹ. Καὶ ὑπολείψομαι, τοῦ γενέσθαι ἐξ ὑμῶν ἀνασωζόμενον ἐκ ῥομφαίας ἐν τοῖς ἔθνεσιν, ἐν τῷ διασκορπισμῷ ὑμῶν ἐν ταῖς χώραις. Ἐπειδὴ γὰρ εἶπε, «Γνώσεσθε ὅτι ἐγὼ Κύριος,» ἀναγκαίως δείκνυσι τοὺς ὠφεληθησομένους· οἱ γὰρ ἐκ τῆς

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Ezechielem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg027.local001/.
