# Interpretatio in Ezechielem 81.872

Theodoretus, Interpretatio in Ezechielem, Volume 81. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-ezechielem/81.872

αἰχμαλωσίας διασπαρέντες, ἐκ τῆς τιμωρίας τὴν ὠφέλειαν καρπώσονται. Διὸ ἐπάγει· θʹ. Καὶ μνησθήσονταί μου οἱ ἀνασωζόμενοι ἐξ ὑμῶν, οὗ ᾐχμαλωτεύθησαν ἐκεῖ. Χρήσιμος τοίνυν ἡ ὑπὸ Θεοῦ ἐπιφερομένη παιδεία· μεταμελείας γὰρ μήτηρ. Ὀμώμοκα γὰρ τῇ καρδίᾳ αὐτῶν τῇ ἐκπορνευούσῃ, τῇ ἀποστάσῃ ἀπ' ἐμοῦ, καὶ τοῖς ὀφθαλμοῖς αὐτῶν τοῖς ἐκπορνεύουσιν ὀπίσω τῶν ἐπιτηδευμάτων αὐτῶν, ὅτι κλαύσονται κατὰ πρόσωπον ἑαυτῶν περὶ τῶν κακῶν, ὧν ἐποίησαν ἐν πᾶσι τοῖς βδελύγμασιν αὐτῶν. (ιʹ.) Καὶ ἐπιγνώσονται, διότι ἐγὼ Κύριος οὐκ εἰς δωρεὰν λελάληκα τοῦ ποιῆσαι ἅπαντα τὰ κακὰ ταῦτα. Ἀναντίῤῥητος, φησὶν, ἔσται αὐτοῖς μεταμέλεια, ἐφ' οἷς ἐμὲ μὲν ἐγκατέλιπον, τὴν δὲ τῶν εἰδώλων ἠγάπησαν θεραπείαν· τοῦτο γὰρ ἐνταῦθα πορνείαν ἐκάλεσε· καὶ μαθήσονται διὰ τῆς πείρας αὐτῆς, ὡς οὔτε ἀδίκως, οὔτε ἀνωφελῶς ταύταις αὐτοὺς περιέβαλον ταῖς τιμωρίαις· τὸ μὲν γὰρ δίκαιον ἡ ἀσέβεια δείκνυσι, τὴν δὲ ὠφέλειαν ἡ μεταμέλεια. ιαʹ. Τάδε λέγει Ἀδωναῒ Κύριος· Κρότησον τῇ χειρί σου, καὶ ψόφησον τῷ ποδί σου, καὶ εἰπὸν, Εὖγε, εὖγε ἐπὶ πᾶσι τοῖς βδελύγμασι τῶν κακῶν οἴκου Ἰσραὴλ, ἐν ῥομφαίᾳ, καὶ ἐν λιμῷ, καὶ ἐν θανάτῳ πεσοῦνται. Ἐμοῦ, φησὶν, ἀποφαινομένου, καὶ καταψηφιζομένου τὰς παντοδαπὰς τιμωρίας, σὺ κρότει, καὶ θαύμαζε τῆς ψήφου τὸ δίκαιον. Εἶτα πάλιν τὰ αὐτὰ προαγορεύσας, ὅπως καὶ λιμῷ, καὶ θανάτῳ, καὶ σφαγῇ πολεμίων, καὶ αἰχμαλωσίᾳ παραδοθήσονται, καὶ ὅτι κύκλῳ τῶν εἰδωλικῶν θυσιαστηρίων σφαγήσονται, καὶ ἐν τοῖς ἄλσεσι τοῖς ὑπ' αὐτῶν τιμηθεῖσι. «Καὶ ὑποκάτω δρυὸς δασείας ἔδωκαν, φησὶν, ὀσμὴν εὐωδίας πᾶσι τοῖς εἰδώλοις αὑτῶν.» Ὑποδείκνυσι καὶ τῆς ἐρημίας τοὺς ὅρους. ιδʹ. Θήσομαι γὰρ, φησὶ, τὴν γῆν εἰς ἀφανισμὸν καὶ ὄλεθρον ἀπὸ τῆς ἐρήμου τῆς Δεβλαθὰ ἐν πάσαις ταῖς κατοικίαις αὐτῶν, καὶ ἐπιγνώσονται ὅτι ἐγὼ Κύριος. ΚΕΦΑΛ. ζʹ. Καὶ εἰδὼς τὴν συνέχειαν τῶν ἀνιαρῶν προῤῥήσεων, καὶ τοὺς λίαν ἀντιτύπους ἀποχρῶσαν μαλάξαι, πάλιν ἑτέρως προλέγει τὰ λυπηρά. αʹ, γʹ. Ἐγένετο γὰρ, φησὶ, λόγος Κυρίου πρός με λέγων· Καὶ σὺ, υἱὲ ἀνθρώπου· Τάδε λέγει Ἀδωναῒ Κύριος τῇ γῇ τοῦ Ἰσραήλ· Πέρας ἥκει, τὸ πέρας ἥκει ἐπὶ τὰς τέσσαρας πτέρυγας τῆς γῆς. Ἥκει τὸ πέρας νῦν, καὶ ἥξει τὸ πέρας ἐπὶ σὲ τὸν κατοικοῦντα τὴν γῆν. Τέσσαρας δὲ πτέρυγας τῆς γῆς οὐ τῆς οἰκουμένης λέγει, ἀλλὰ

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Ezechielem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg027.local001/.
