# Interpretatio in Ezechielem 81.877

Theodoretus, Interpretatio in Ezechielem, Volume 81. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-ezechielem/81.877

ιθʹ. Καὶ τὸ ἀργύριον αὐτῶν ἐν ταῖς πλατείαις ῥιφήσεται, καὶ τὸ χρυσίον αὐτῶν ὑπεροφθήσεται. Εἶτα καὶ τὴν αἰτίαν τῆς τῶν χρημάτων ὑπεροψίας διδάσκει. «Τὸ γὰρ ἀργύριον αὐτῶν, καὶ τὸ χρυσίον, οὐ δύναται ἐξελέσθαι αὐτοὺς ἐν ἡμέρᾳ ὀργῆς Κυρίου.» Ὁρῶντες γὰρ ἀνόνητον τοῦ ἀργυρίου καὶ τοῦ χρυσίου τὴν κτῆσιν, περιόψονται αὐτὰ ἐῤῥιμμένα, οὐκέτι τὴν προτέραν ποιούμενοι φυλακήν. «Αἱ ψυχαὶ αὐτῶν οὐ μὴ ἐμπλησθῶσι, καὶ αἱ κοιλίαι αὐτῶν οὐ πληρωθῶσι· διότι βάσανος τῶν ἀδικιῶν αὐτῶν ἐγένετο. Ποίαν γὰρ αὐτοῖς ὄνησιν παρέξει χρυσὸς ἢ ἄργυρος, λιμοῦ πολεμοῦντος, καὶ τῆς σπάνεως τῶν ἀναγκαίων ἐπικειμένης, δι' ἣν κεναὶ μὲν τροφῆς αἱ γαστέρες, αἱ δὲ ψυχαὶ τῶν σιτίων ἐφίενται, ἡ δὲ βάσανος καὶ ἡ ἐξέτασις τῶν ἀδικιῶν αὐτῶν γίνεται; Εἶτα διδάσκει πάλιν τὰς αἰτίας τῆς τιμωρίας. κʹ. Ἐκλεκτὰ κόσμου εἰς ὑπερηφανίαν ἔθεντο αὐτὰ, καὶ εἰκόνας τῶν βδελυγμάτων αὐτῶν καὶ προσοχθισμάτων ἐποίησαν ἐξ αὐτῶν. Τὸν γὰρ χρυσὸν, καὶ τὸν ἄργυρον, καὶ τοὺς τιμίους λίθους, ὕλην ἔσχον ἀλαζονείας ὁμοῦ καὶ ἀσεβείας, πολυτελῆ μὲν κόσμον ἑαυτοῖς ἐκεῖθεν κατασκευάζοντες, εἰς εἰδώλων δὲ ἐργασίαν τὰ πλεῖστα δαπανῶντες. Ἕνεκεν τούτου, φησὶ, δέδωκα αὐτὰ αὐτοῖς εἰς ἀκαθαρσίαν. (καʹ, κβʹ.) Καὶ παραδώσω αὐτὰ εἰς χεῖρας ἀλλοτρίων τοῦ διαρπάσαι αὐτὰ, καὶ τοῖς λοιμοῖς τῆς γῆς εἰς σκῦλα, καὶ βεβηλώσουσιν αὐτά. Καὶ ἀποστρέψω τὸ πρόσωπόν μου ἀπ' αὐτῶν. Λοιμοὺς δὲ τῆς γῆς τοὺς Βαβυλωνίους ἐκάλεσεν, ὠμοτάτους ὄντας καὶ παρανομωτάτους, καὶ δυσσεβείᾳ πάσῃ συντεθραμμένους· Τούτοις, φησὶ, παραδώσω ἃ κατεσκευάσατε χρυσᾶ εἴδωλα καὶ ἀργυρᾶ, καὶ ὃν ἐποιήσατε ὑμῖν αὐτοῖς πολυτελῆ κόσμον. Καὶ βεβηλώσουσιν αὐτά· τουτέστι, Τοῖς τιμίοις ὑμῶν εἰδώλοις εἰς ἑτέραν χρήσονται κατασκευήν. Καὶ μιανοῦσι τὴν ἐπισκοπήν μου, καὶ εἰσελεύσονται εἰς αὐτὰ ἀφυλάκτως, καὶ βεβηλώσουσιν αὐτά. (κγʹ.) Καὶ ποιήσουσι φυρμόν. Ἐπισκοπὴν αὑτοῦ τὸν ἀφιερωμένον αὐτῷ προσαγορεύει νεὼν, ὅθεν ἐπισκοπεῖν ἐδόκει τὸν Ἰσραὴλ, καὶ προνοίας αὐτὸν ἀξιοῦν. Παραδώσω δὲ, φησὶν, οὐ μόνον τὰ εἴδωλα αὐτῶν τοῖς Βαβυλωνίοις, ἀλλὰ καὶ τὸν ἀφιερωμένον μοι νεὼν, ὅθεν ἐπισκοπὴν ἐποιούμην ὑμῶν. «Καὶ εἰσελεύσονται εἰς αὐτὸν ἀφυλάκτως·» ἀντὶ τοῦ, οὐχ ἡγνισμένοι, οὐδὲ κεκαθαρμένοι κατὰ τὸν νόμον, οὐδὲ περιτομὴν δεχόμενοι πρότερον, ἀλλὰ μετὰ τῆς ὑφαίμου σκευῆς, τὴν πολεμικὴν περικείμενοι πανοπλίαν, ἔνδον ἀναιροῦντες, καὶ αὐτῶν τῶν ἀδύτων κατατολμῶντες· τοῦτο γὰρ παρεδήλωσεν, εἰπὼν, «Καὶ βεβηλώσουσιν αὐτὰ, καὶ ποιήσουσι φυρμόν.» Εἶτα καὶ τὴν αἰτίαν·

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Ezechielem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg027.local001/.
