# Interpretatio in Ezechielem 81.896

Theodoretus, Interpretatio in Ezechielem, Volume 81. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-ezechielem/81.896

ἐχομένων ἀπ' αὐτῶν. Καὶ ἐν τῷ ἑστάναι αὐτὰ εἱστήκεισαν καὶ ἐν τῷ μετεωρίζεσθαι αὐτὰ ἐμετεωρίζοντο μετ' αὐτῶν, διότι πνεῦμα ζωῆς ἐν αὐτοῖς. Εἵποντο, φησὶ, κατὰ πάντα τοῖς Χερουβὶμ οἱ τροχοὶ, καὶ κινουμένοις συνεκινοῦντο, καὶ πετομένοις ἠκολούθουν, καὶ ἑστώτων εἱστήκεισαν, οὐχ ὑπό τινος βίας συρόμενοι, ἀλλ' αὐτόματοι τούτων ἕκαστον ἐνεργοῦντες· πνευματικῶς γὰρ καὶ αὐτοὶ ζωῆς ἐν μετουσίᾳ ἐτύγχανον. ιηʹ, ιθʹ. Καὶ ἐξῆλθε δόξα Κυρίου ἀπὸ τοῦ αἰθρίου τοῦ οἴκου, καὶ ἐπέβη ἐπὶ τὰ Χερουβίμ. Καὶ ἀνέλαβε τὰ Χερουβὶμ τὰς πτέρυγας αὐτῶν, καὶ ἐμετεωρίσθησαν ἀπὸ τῆς γῆς ἐνώπιον ἐμοῦ ἐν τῷ ἐξαίρειν αὐτὰ, καὶ ἔστησαν ἐπὶ τὰ πρόθυρα τῆς πύλης οἴκου Κυρίου τῆς ἀπέναντι, καὶ δόξα Θεοῦ Ἰσραὴλ ἦν ἐπ' αὐτῶν ὑπεράνωθεν. Ἡνίκα μὲν γὰρ τοὺς ἄνθρακας ληφθῆναι προσέταξεν, ἔδοξέ πως ἀφίστασθαι, ἵνα καταθαῤῥήσῃ προσελθεῖν ὁ προστεταγμένος· ἐκείνου δὲ γινομένου, πάλιν ἐπανιέναι δοκεῖ, καὶ ἐποχεῖσθαι· τὰ δὲ Χερουβίμ φησι μετέωρα, καὶ ῥᾷον διὰ τοῦ ἀέρος ἐφέρετο, τῇ κινήσει τῶν πτερύγων ἀντὶ ποδῶν χρώμενα· εἵποντο δὲ οἱ τροχοὶ οὐδὲ βραχὺ χωριζόμενοι· ἐπωχεῖτο δὲ ἡ τοῦ Θεοῦ δόξα, οὐκ αὐτὸς ὁ Θεός· ἀπερίγραπτος γὰρ, καὶ πανταχοῦ παρὼν, καὶ τὰ πάντα πληρῶν· ἀλλ' ἡ τούτου δόξα ἡ πρὸς τὰς οἰκονομίας ἐπιφαινομένη. κʹ. Τοῦτο, φησὶ, τὸ ζῶόν ἐστιν ὃ εἶδον ὑποκάτω Θεοῦ Ἰσραὴλ, ἐπὶ τοῦ ποταμοῦ Χοβάρ· καὶ ἔγνων ὅτι Χερουβίμ ἐστι. Τῆς μὲν γὰρ θεωρίας καὶ ἤδη πρότερον ἀπήλαυσα· τὴν δὲ προσηγορίαν ἐπὶ τοῦ παρόντος μεμάθηκα. Καὶ ἐντεῦθεν δὲ σαφῶς ἔστι μαθεῖν, ὡς οὐκ αὐτὴν εἶδε τῶν ἀοράτων φύσεων τὴν οὐσίαν, ἀλλ' εἰκάσματά τινα καὶ ἰνδάλματα· ἐν μὲν γὰρ τῇ προτέρᾳ ὀπτασίᾳ τέσσαρας πτέρυγας ἔφη ἔχειν τὸ ἓν Χερουβὶμ, ἐνταῦθα δὲ ὀκτώ· οὐκ ἂν δὲ ἡ φύσις μεταβολὴν ἐδέξατο, ἀλλὰ πρὸς τὴν χρείαν ἡ θεωρία ἐξετυπώθη· ἐπειδὴ γὰρ πλείονα γνῶσιν ὁ προφήτης ἐκ τῆς θείας διαλέξεως ἔλαβεν, αἱ δὲ πτέρυγες γνώσεως παραδηλοῦσιν ὀξύτητα, τὴν γενομένην αὐτῷ τῆς γνώσεως προσθήκην σημαίνων, διπλᾶς αὐτῷ δείκνυσι τῶν Χερουβὶμ τὰς πτέρυγας· καὶ αὐτὴ γὰρ ἡ τούτων προσηγορία τῇ Ἑλλάδι φωνῇ τὸ πλῆθος σημαίνει τῆς γνώσεως. ΚΕΦΑΛ. ΙΑʹ. αʹ, γʹ. Καὶ ἀνέλαβέ με, φησὶ, Πνεῦμα, καὶ ἐξήγαγέ με ἐπὶ τὴν πύλην τοῦ οἴκου Κυρίου τὴν κατέναντι, τὴν βλέπουσαν κατὰ ἀνατολάς· καὶ ἰδοὺ ἐπὶ τῶν προθύρων τῆς πύλης, ὡς εἰκοσιπέντε ἄνδρες, καὶ ἴδον ἐν μέσῳ αὐτῶν Ἰεζονίαν τὸν τοῦ Ἰεζὲκ, καὶ Φαλτίαν τὸν Βαναίου, τοὺς ἀφηγουμένους τοῦ λαοῦ. Καὶ εἶπε. Κύριος πρός με· Υἱὲ ἀνθρώπου, οὗτοι οἱ ἄνδρες οἱ λογιζόμενοι μάταια, καὶ βουλευόμενοι βουλὴν πονηρὰν ἐν τῇ πόλει ταύτῃ, οἱ λέγοντες· Οὐχὶ προσφά-

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Ezechielem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg027.local001/.
