# Interpretatio in Ezechielem 81.940

Theodoretus, Interpretatio in Ezechielem, Volume 81. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-ezechielem/81.940

ἐθελήσαντα· καὶ συνεγίνου ἑκάστῳ παρανόμως δεχομένη τὴν συνουσίαν. Τοῦτο γὰρ παρεδήλωσεν εἰρηκώς· «Αὐτῷ ἐγίνετο, καὶ οὐκ ἔσται·» τουτέστι, Συνήπτου ἑτέροις, οὐδαμόθεν αὐτοῖς ἁρμόττουσα· ἐμοὶ γὰρ σαυτὴν ἐξ ἀρχῆς ἀνατέθεικας. Πορνείαν δὲ ἐνταῦθα τὴν εἰδωλολατρείαν καλεῖ· πάντα δὲ πάροδον, τὰς διαφοροὺς τῶν δαιμόνων ἐπιβουλάς. ιϛʹ. Καὶ ἔλαβες ἐκ τῶν ἱματίων σου, καὶ ἐποίησας σεαυτῇ εἴδωλα ῥαπτὰ, καὶ ἐξεπόρνευσας ἐπ' αὐτὰ, καὶ οὐ μὴ εἰσέλθῃς, ἃ οὐκ ἔσται, οὐδὲ μὴ γένηται. Καινὰ, φησὶ, καὶ παράδοξά σου τὰ τῆς εἰδωλολατρείας ἐπιτηδεύματα. Οὐ γὰρ μόνα τὰ τῶν ἄλλων ἐζήλωσας κακὰ, ἀλλὰ καὶ αὐτὴ ἕτερα ἐπενόησας, ἐξ ἱματίων εἰδώλων εἰκόνας κατασκευάσασα, καὶ θεοὺς ἀναγορεύσασα, καὶ ταῦτα ἐμοῦ σοι διὰ τοῦ νόμου τὰ τοιαῦτα ἀπαγορεύσαντος. ιζʹ. Καὶ ἔλαβες τὰ σκεύη τῆς καυχήσεώς σου ἐκ τοῦ ἀργυρίου μου καὶ ἐκ τοῦ χρυσίου μου, ἐξ ὧν δέδωκά σοι, καὶ ἐποίησας σεαυτῇ εἰκόνας ἀῤῥενικὰς, καὶ ἐπόρνευσας ἐν αὐταῖς. Παρ' ἐμοῦ, φησὶ, τὸν ἄργυρον, καὶ τὸν χρυσὸν λαμβάνουσα, θεοὺς ἐκ τῶν ἐμῶν κατασκευάζεις δωρεῶν, καὶ τούτους τῆς ἐμῆς προείλου θεραπείας. Εἰκόνας δὲ ἀῤῥενικὰς ὠνόμασεν, ἐπειδὴ πορνείαν τὴν εἰδωλολατρείαν τροπικῶς ὀνομάζει. ιηʹ, ιθʹ. Καὶ ἔλαβες, φησὶ, τὸν ἱματισμόν σου τὸν ποικίλον, καὶ περιέβαλες αὐτὰ, καὶ τὸ ἔλαιόν μου καὶ τὸ θυμίαμά μου ἔθηκας πρὸ προσώπου αὐτῶν. Καὶ τοὺς ἄρτους, οὓς ἔδωκά σοι, σεμίδαλιν καὶ μέλι, καὶ ἔλαιον ἐψώμισά σε, καὶ ἔθηκας αὐτὰ πρὸ προσώπου αὐτῶν εἰς ὀσμὴν εὐωδίας. Ἃ παρ' ἐμοῦ, φησὶν, ἐλάμβανες ἀγαθὰ, ταῦτα τοῖς μοιχοῖς ἐκείνοις προσέφερες δαίμοσι, τοῖς μὲν αὐτοὺς κατακοσμοῦσα, καὶ καταποικίλλουσα, τοῖς δὲ τὰς θυσίας καὶ τὰς σπονδὰς ἐπιτελοῦσα. Καὶ ἐγένετο, λέγει Ἀδωναῒ Κύριος. (κʹ) Καὶ ἔλαβες τοὺς υἱούς σου καὶ τὰς θυγατέρας σου, ἃς ἐγέννησας, καὶ ἔθυσας αὐτοῖς εἰς ἀνάλωσιν. Εἶτα κατ' εἰρωνείαν ὁ ἔλεγχος. «Ὡς μικρὰ ἐξεπόρνευσας,» Ἐξ ὧν δῆλον, καὶ λίαν σαφὲς, ὅτι πορνείαν ἐνταῦθα τὴν τῶν εἰδώλων θεραπείαν καλεῖ. καʹ, κβʹ. Καὶ ἔσφαξας, φησὶ, τὰ τέκνα σου καὶ ἔδωκας αὐτὰ ἐν τῷ ἀποτροπιάζεσθαί σε αὐτὰ αὐτοῖς. Τοῦτο παρὰ πᾶσαν τὴν πορνείαν καὶ τὰ βδελύγματά σου. Πάντων γὰρ τῷ ὄντι καὶ μυσαρώτατον, καὶ μιαρώτατον, ἡ ἄδικος τῶν παίδων σφαγὴ, ἣν ἐπετέλουν οἱ μεμηνότες ἀποτροπιαζόμενοι, καὶ κακῶν ἀπαλλαγὴν, ὡς ἀνοήτως ὑπελάμβανον, σφίσιν αὐτοῖς μηχανώμενοι. «Καὶ οὐκ ἐμνήσθης τῆς ἡμέρας τῆς νηπιότητός σου, ὅτε ἦσθα γυμνὴ, καὶ ἀσχημονοῦσα, καὶ πεφυρμένη ἐν τῷ αἵματί σου, καὶ

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Ezechielem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg027.local001/.
