# Interpretatio in Ezechielem 81.941

Theodoretus, Interpretatio in Ezechielem, Volume 81. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-ezechielem/81.941

ἔζησας. Οὐκ ἔλαβες, φησὶν, εἰς νοῦν τὰ πρότερα, ὅπως σε γυμνὴν οὖσαν, καὶ πάσης προνοίας ἐστερημένην καὶ τῷ εἰδωλικῷ αἵματι πεφοινιγμένην, λαβὼν ἀπέλουσά τε καὶ ζωῆς καὶ πάσης κηδεμονίας ἀπολαῦσαι πεποίηκα. κγʹ. Καὶ ἐγένετο μετὰ πάσας τὰς ἀδικίας σου, Οὐαὶ, οὐαί σοι, λέγει Ἀδωναῒ Κύριος. Καρπὸν δέ φησι τῆς ἀγνώμονος γνώμης ταύτης δρέπῃ θρῆνον καὶ ὀδυρμόν. Εἶτα πλατύτερον αὐτῆς διέξεισι τὴν ἀσέβειαν. κδʹ, κεʹ. Καὶ ᾠκοδόμησας σεαυτῇ οἴκημα πορνικὸν, καὶ ἐποίησας σεαυτῇ ἔκθεμα ἐν πάσῃ πλατείᾳ. Καὶ ἐπ' ἀρχῆς πάσης ὁδοῦ ᾠκοδόμησας τὰ πορνεῖά σου, καὶ ἐλυμήνω τὸ κάλλος σου, καὶ διήγαγες τὰ σκέλη σου παντὶ παρόδῳ. Ταῦτα σαφέστερον ἄν τις καταμάθοι, καὶ ἐκ τῆς τῶν Κριτῶν ἱστορίας, καὶ ἐκ τῆς τῶν Βασιλειῶν συγγραφῆς· πανταχοῦ γὰρ καὶ ἐν ταῖς οἰκίαις, καὶ ἐν ταῖς ἀγοραῖς, ἔστησαν τὰ τῶν εἰδώλων ἱδρύματα· καὶ τὰ σώματα δὲ ταύτης τῆς ἀσεβείας ἐπλήρωσαν, καὶ ἐν αὐτῷ δὲ τῷ νεῷ τοῦ Θεοῦ τοῖς ἀλιτηρίοις δαίμοσιν ᾠκοδόμησαν βωμοὺς, ἰνδάλματά τε καὶ ἀπεικάσματα δαιμόνων ἱδρύσαντο. Τοῦτο δὲ κἀνταῦθα ὁ Δεσπότης κατηγορεῖ, «οἴκημα πορνικὸν» τὰ εἰδωλικὰ τεμένη προσαγορεύων. Τὴν δὲ τῆς τοιαύτης πορνείας ὑπερβολὴν διελέγχων, δείκνυσιν αὐτὴν ἅπασιν ἁπλῶς τοῖς συγγενέσθαι βουλομένοις προκειμένην, δι' ὧν ἐπλήρωσεν εἰδώλων καὶ τὰς ὁδοὺς, καὶ τὰς πλατείας, καὶ τὰς ἀγορὰς, καὶ τὸ τῆς εὐσεβείας ἐλυμήνατο κάλλος, καὶ πάντα πάροδον εἰς τὴν τοιαύτην ἀκολασίαν ὑπεδέξατο, νῦν μὲν τοὺς τῶν Αἰγυπτίων, νῦν δὲ τοὺς τῶν Ἀσσυρίων καὶ Χαλδαίων προσκυνήσασα θεούς. Καὶ τοῦτο διδάσκων ἐπήγαγε· Καὶ ἐπλήθυνας τὴν πορνείαν σου. (κϛʹ.) Καὶ ἐξεπόρνευσας ἐπὶ τοὺς υἱοὺς Αἰγύπτου τοὺς ὁμοροῦντάς σοι τοὺς μεγαλοσάρκους, καὶ πολλαχῶς ἐξεπόρνευσας τοῦ παροργίσαι με. Τροπικῶς δὲ πάλιν μεγαλοσάρκους, τοὺς μεθ' ὑπερβολῆς τῇ τῶν εἰδώλων θεραπείᾳ προστετηκότας ὠνόμασεν. Οὗτοι γὰρ καὶ τράγους, καὶ βόας, καὶ πρόβατα, κύνας τε καὶ πιθήκους, καὶ κροκοδείλους, καὶ ἴβεις, καὶ ἱέρακας προσεκύνησαν. κζʹ. Καὶ ἰδοὺ ἐκτενῶ τὴν χεῖρά μου ἐπὶ σὲ, καὶ ἐξαρῶ τὰ νόμιμά σου, καὶ παραδώσω σε εἰς ψυχὰς μισούντων σε, θυγατέρας ἀλλοφύλων, τὰς ἐκκλινούσας ἀπὸ τῆς ὁδοῦ σου, ἧς ἠσέβησας. Κινήσω, φησὶν, εἰς παιδείαν τὴν χεῖρά μου, καὶ γυμνώσω σε τῆς τοῦ νόμου λαμπρότητος, καὶ ἐπίχαρτόν σε τοῖς ἐχθροῖς καταστήσω, καὶ τὰς ἐκ γειτόνων πόλεις ἐπιγελᾷν σοι ποιήσω, αἳ τὴν τῆς σῆς ἀσεβείας ὑπερβολὴν οὐκ ἐζήλωσαν. κηʹ, κθʹ. Καὶ ἐξεπόρνευσας, φησὶν, ἐπὶ τοὺς υἱοὺς Ἀσσοὺρ, καὶ οὐδὲ οὕτως ἐνεπλήσθης,

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Ezechielem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg027.local001/.
