# Interpretatio in Ezechielem 81.944

Theodoretus, Interpretatio in Ezechielem, Volume 81. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-ezechielem/81.944

καὶ ἐξεπόρνευσας, καὶ οὐκ ἐνεπίμπλω. Καὶ ἐπλήθυνας τὰ πορνεῖά σου πρὸς γῆν Χαναὰν, καὶ εἰς τοὺς Χαλδαίους, καὶ οὐδὲ ἐν τούτοις ἐνεπλήσθης. Ἕκαστον, φησὶν, ἔθνος ἰδίοις εἰδώλοις ἐδούλευσε· σὺ δὲ τοὺς ἁπάντων προσκυνήσασα θεοὺς, καὶ τῶν πανταχοῦ εἰδώλων τὴν θεραπείαν ἀσπαζομένη, κόρον τῆς ἀσεβείας οὐδέπω καὶ τήμερον ἔλαβες. λʹ. Τίνι καθαριῶ τὴν καρδίαν σου, λέγει Ἀδωναῒ Κύριος, ἐν τῷ ποιῆσαί σε πάντα ταῦτα ἔργα γυναικὸς πόρνης παῤῥησιαζομένης; Ποίαν, φησὶν, ἀξίαν τῆς ἀσεβείας ἐπαγάγω σοι τιμωρίαν; ποίῳ φαρμάκῳ χρησάμενος ποιήσομαι τῶν δυσωδῶν ἑλκῶν σου τὴν κάθαρσιν; τετόλμηκας γὰρ ἔργα γυναικὸς τὴν μὲν αἰδὼ τῶν μετώπων ἀποξυσάσης, ἀναισχύντως δὲ καὶ προφανῶς τὴν ἀκολασίαν μετερχομένης. «Καὶ ἐξεπόρνευσας τρισσῶς ἐν ταῖς θυγατράσι σου.» Τῶν ὑπηκόων σου, φησὶ, πόλεων ἡ σὴ παρανομία τριπλασίων ἐστὶ, καὶ ἣν ἔδει διδάσκαλον τῆς εὐσεβείας γενέσθαι, αὕτη πάσης ἀσεβείας ἀρχέτυπον ἀπεφάνθη. λαʹ. Ἐν τῷ οἰκοδομῆσαί σε, φησὶ, τὸ πορνεῖόν σου ἐν ἀρχῇ πάσης ὁδοῦ, καὶ τὸ ἔκθεμά σου ἐποίησας ἐν πάσῃ τῇ πλατείᾳ, καὶ οὐκ ἐγένου ὡς πόρνη συνάγουσα μισθώματα. Οὔτε γὰρ ἡ τῶν ἀναγκαίων χρεία ἐπὶ ταύτην σε ἤγαγε τὴν ἀκολασίαν· πάντων γὰρ ἀπολαύουσα τῶν ἀγαθῶν, καὶ τοῖς ἐμοῖς ἐντρυφῶσα δώροις, τὰ παρ' ἐμοῦ σοι διδόμενα προσέφερες ἐκείνοις. Διὸ γυναικὶ ἔοικας, ἀνδρὶ μὲν συνεζευγμένῃ, μοιχοῖς δὲ τὴν ὥραν προϊεμένῃ, καὶ τὰ τοῦ ἀνδρὸς ἐκφερούσῃ, καὶ τοῖς ἐρασταῖς χορηγούσῃ. λβʹ. Ἡ γυνὴ γὰρ, φησὶ, καὶ ἡ μοιχωμένη ὑπὸ τὸν ἄνδρα αὑτῆς εἰς ἀλλοτρίους, ὁμοία σοι, ἡ παρὰ τοῦ ἀνδρὸς αὑτῆς λαμβάνουσα μισθώματα, καὶ πᾶσι τοῖς ἐκπορνεύουσιν εἰς αὐτὴν προσδιδοῦσα μισθώματα. Καὶ τὸ αὐτὸ πλατύτερον διεξιὼν, ἵνα σαφῶς διελέγξῃ τὴν ἀτοπίαν. λγʹ. Πάσαις γὰρ, φησὶ, πόρναις δίδοται μισθώματα, σὺ δὲ προσέδωκας μισθώματα πᾶσι τοῖς ἐρασταῖς σου, καὶ ἐφόρτιζες αὐτοὺς τοῦ ἔρχεσθαι πρὸς σὲ κυκλόθεν ἐν τῇ πορνείᾳ σου. Οὐδεὶς γὰρ οὐδὲν ἀγαθὸν παρὰ τῶν ἀλαστόρων δαιμόνων ἐδέξατο πώποτε· οἱ δὲ τούτοις δουλεύειν αἱρούμενοι, τὰ παρὰ τοῦ Θεοῦ χορηγούμενα τούτοις προσφέροντες, τὴν τούτων δεσποτείαν ἐφέλκονται. Τοῦτο γὰρ ᾐνίξατο εἰρηκώς· «Καὶ ἐφόρτιζες αὐτοὺς τοῦ ἔρχεσθαι πρὸς σὲ κυκλόθεν ἐν τῇ πορνείᾳ σου.» Δι' ὧν γὰρ, φησὶ, προσέφερες, προέτρεπες αὐτοὺς προσθέειν σοι, καὶ προστρέχειν, καὶ διηνεκῶς συνεῖναι.

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Ezechielem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg027.local001/.
