# Interpretatio in Ezechielem 81.952

Theodoretus, Interpretatio in Ezechielem, Volume 81. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-ezechielem/81.952

ταῖς ἀνομίαις σου αἷς ἐποίησας. Ταύτην δὲ τὴν παρεξέτασιν οὐ κατὰ μόνην ποιεῖται τὴν τῆς ἁμαρτίας ποιότητα, ἀλλὰ κατὰ τὴν τῆς κηδεμονίας. Εἰ γὰρ καὶ ἐξήμαρτε, καὶ μυρία παράνομα ἡ Σαμάρεια τετόλμηκεν, ἀλλὰ πόῤῥω ἦν τοῦ θείου νεὼ, καὶ εἶχε σμικρὰν γοῦν τινα συγγνώμην, ὑφ' ἕτερον μὲν τελοῦσα βασιλέα, ἐπιτελεῖν δὲ ἐν τῷ θείῳ νεῷ τὰ νόμιμα μὴ δυναμένη. Καὶ τὰ Σόδομα δὲ οὔτε προφήτην εἶχεν, οὔτε νομοθέτην, μόνης δὲ τῆς τοῦ φυσικοῦ νόμου διδασκαλίας ἀπήλαυε. Σὺ δὲ καὶ νόμον ἔχουσα, καὶ ἱερέας, καὶ προφήτας, καὶ τὸν θεῖον νεὼν, καὶ τὴν ἔννομον λατρείαν, τὴν ἐκείνων ἀσέβειαν ἐπετήδευσας· διὸ συγγνώμης ἐκείνας ἀποφαίνεις ἀξίας. νβʹ. Καὶ σὺ κόμισαι τὴν βάσανόν σου ὑπερβάλλουσαν, ἐν ᾗ ἔφθειρας τὰς ἀδελφάς σου ἐν ταῖς ἁμαρτίαις σου, αἷς ἠνόμησας ὑπὲρ αὐτὰς, καὶ ἐδικαίωσας αὐτὰς ὑπὲρ σεαυτήν. Οὐχ ἁπλῶς εἶπεν, ἐδικαίωσας, ἀλλ' ὑπὲρ σεαυτήν. Σὺ μὲν γὰρ, τὴν ἐκείνων παρανομίαν μιμησαμένη, οὐκ ἔχεις ἀπολογίαν ὑπὸ νόμου καὶ προφητῶν βοηθουμένη· ἐκεῖναι δὲ διὰ τὴν τῆς σῆς ἀσεβείας ὑπερβολὴν τυχεῖν συγγνώμης ἐθέλουσι. Δέξαι τοίνυν τῶν σῶν ἐπιτηδευμάτων τὴν τιμωρίαν, δι' ὧν κἀκείναις ἐπιβλαβὴς ἐγένου. «Καὶ σὺ αἰσχύνθητι, καὶ λάβε τὴν ἀτιμίαν σου, ἐν τῷ δικαιῶσαί σε τὰς ἀδελφάς σου.» Ὅταν τις ἐν τιμῇ ὢν μὴ συνίῃ, ἀτιμίᾳ περιβληθεὶς εἰς αἴσθησιν ἔρχεται τῆς προτέρας τιμῆς. Καὶ Ἱερουσαλὴμ τοίνυν, τὴν ὑπὸ τοῦ Θεοῦ δοθεῖσαν αὐτῇ μὴ γνωρίσασα τιμὴν, διὰ τῆς πολιορκίας καὶ αἰχμαλωσίας τὸν ἑαυτῆς ἐπέγνω Θεόν· διὸ βοᾷ ὑπὸ τοῦ μακαρίου διδαχθεῖσα Δαβίδ· «Ἡ αἰσχύνη τοῦ προσώπου μου ἐκάλυψέ με, ἀπὸ φωνῆς ὀνειδίζοντος καὶ καταλαλοῦντος, ἀπὸ προσώπου ἐχθροῦ καὶ ἐκδιώκοντος.» νγʹ. Καὶ ἀποστρέψω, φησὶν, ἀποστροφὰς αὐτῶν, τὴν ἀποστροφὴν Σοδόμων, καὶ τῶν θυγατέρων αὐτῆς, καὶ ἀποστρέψω τὴν ἀποστροφὴν Σαμαρείας, καὶ τῶν θυγατέρων αὐτῆς. Προσήκει τὰ τῆς Γραφῆς ἰδιώματα εἰδέναι· οὔτε γὰρ δυνατὸν ἑτέρως αὐτῆς τὸν σκοπὸν διαγνῶναι. Ἔχει τοίνυν πρὸς ἄλλοις πολλοῖς καὶ τοῦτο ἰδίωμα, τὸ καὶ τὰ γεγενημένα, ὡς ἐσόμενα λέγειν, καὶ τὰ ἐσόμενα ὡς γεγενημένα. Οὕτω τοίνυν κἀνταῦθα τὰ ἤδη γεγενημένα, ὡς ἐσόμενα λέγει· Ἀπεστράφη με Σόδομα, καὶ αἱ ὑπ' αὐτὴν πόλεις· ὡσαύτως δὲ καὶ ἡ Σαμάρεια σὺν τοῖς ὑπηκόοις. Ἀλλὰ κἀγὼ ἀπεστράφην καὶ δίκας ὧν ἥμαρτεν ἐπραξάμην. Καὶ σοῦ δὲ πάλιν ὡσαύτως ἀποστρέψω τὴν ἀποστροφήν σου ἐν μέσῳ αὐτῶν· (νδʹ.) ὅπως κομίσῃ τὴν βάσανόν σου, καὶ ἀτιμωθήσῃ ἐκ πάντων ὧν ἐποίησας ἐν τῷ σε παροργίσαι με.

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Ezechielem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg027.local001/.
