# Interpretatio in Ezechielem 81.953

Theodoretus, Interpretatio in Ezechielem, Volume 81. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-ezechielem/81.953

Ταὐτὰ, φησὶν, ἐκείναις πείσῃ καὶ σὺ, καὶ ὧν εἰς ἐμὲ πεπλημμέληκας δώσεις τὰς δίκας. νεʹ. Καὶ ἡ ἀδελφή σου Σόδομα, καὶ αἱ θυγατέρες αὐτῆς ἀποκατασταθήσονται, καθὼς ἦσαν ἀπ' ἀρχῆς· καὶ σὺ, καὶ αἱ θυγατέρες σου ἀποκατασταθήσεσθε, καθὼς ἦτε ἀπ' ἀρχῆς. — Ἀποκατάστασιν ἐνταῦθα οὐ τὴν ἐπὶ τὸ κρεῖττον, ἀλλὰ τὴν ἐπὶ τὸ χεῖρον ὠνόμασε· τὸ γὰρ μελετητικὸν ἐπὶ Σοδόμων πάλιν τὸ ἰδίωμα τῆς Γραφῆς πρόσκειται. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Ὥσπερ τὰ Σόδομα, λαμπρὰ ὄντα καὶ ὑπὸ πλείστων οἰκούμενα, εἰς τὸ ἀρχαῖον μετέθηκα σχῆμα, καὶ πεποίηκα παντελῶς ἀοίκητα, ὁποῖα ἦν πρὶν οἰκισθῆναι· οὕτω καὶ σοῦ πᾶσαν ἀφελόμενος τὴν εὐπρέπειαν, εἰς τὸ πρότερον εἶδος ἐπανελθεῖν παρασκευάσω. νϛʹ, νζʹ. Καὶ εἰ μὴ ἦν Σόδομα ἡ ἀδελφή σου εἰς ἀκοὴν ἐν τῷ στόματί σου, ἐν ταῖς ἡμέραις ὑπερηφανείας σου. Πρὸ τοῦ ἀποκαλυφθῆναι τὰς κακίας σου, ὃν τρόπον νῦν ὄνειδος εἶ σὺ θυγατέρων Συρίας, καὶ πάντων τῶν κύκλῳ σου, καὶ θυγατέρων ἀλλοφύλων τῶν περιεχουσῶν σε κύκλῳ. Εἰ μὴ ἐμεμαθήκεις τῶν Σοδόμων, φησὶ, τὴν τιμωρίαν, καὶ περιεφέρετο ἐν τῷ στόματί σου ἡ ἐκείνων πανωλεθρία, ὃν τρόπον νῦν ἡ σὴ πολιορκία ἐν ταῖς τῆς Συρίας καὶ Παλαιστίνης πόλεσι, τί πλέον ἂν εἰργάσω κακόν; Οὐδὲ γὰρ τὸ ἐκείνων ὤνησέ σε παράδειγμα, ἀλλ' εἰδυῖα τά τε ὑπ' αὐτῶν τολμηθέντα, τά τε ἐπενεχθέντα αὐτοῖς κακὰ, οὐδὲν ἧττον ἐπέμεινας παρανομοῦσα. Διὰ τοῦτο νηʹ, νθʹ. Τὰς ἀσεβείας σου, καὶ τὰς ἀνομίας σου σὺ κόμισαι αὐτὰς, λέγει Κύριος. Τάδε λέγει Ἀδωναῖ Κύριος· Καὶ ποιήσω ἐν σοὶ, καθὼς ἐποίησας, ὡς ἠτίμωσας τὴν ἀρὰν, τοῦ παραβῆναι τὴν διαθήκην μου. Εἶχεν ὁ νόμος ἀρὰν τοῖς παραβαίνουσιν αὐτὸν ἑπομένην· ἐκέλευσε δὲ ταύτην τὰς ἓξ φυλὰς ἐν τῷ ὄρει τῷ Γηβὰλ ἑστῶσας διεξιέναι, καὶ πάντα τὸν λαὸν ἐπάγειν Ἀμὴν, οἷον ὑπογράφοντας, καὶ συντιθεμένους τῇ τοῦ νόμου ἀρᾷ. Ἐπειδὴ τοίνυν, φησὶν, οὐδὲ τὴν ἀρὰν ἐφοβήθης, ἀλλ' ἀδεῶς τὴν ἐμὴν παρέβης διαθήκην, δέξαι τῶν σπερμάτων τὰ δράγματα. Εἶτα ὑπισχνεῖται καὶ τὰ μετὰ τὴν τιμωρίαν ἀγαθά. ξʹ. Καὶ μνησθήσομαι ἐγὼ τῆς διαθήκης μου τῆς μετὰ σοῦ ἐν ἡμέραις νηπιότητός σου· καὶ στήσω σοι τὴν διαθήκην μου αἰώνιον. Σὺ μὲν γὰρ, φησὶ, τὰς πρὸς ἐμὲ συνθήκας ἐπάτησας, ἐμὲ δὲ οὐδὲ τοῦτο πείσει παντελῶς σε καταλιπεῖν, ἀλλὰ τῇ παιδείᾳ σε σωφρονίσας, καὶ διδάξας εὐγνωμοσύνην, τῶν συνθηκῶν ἐκείνων ἀναμνησθήσομαι, ἃς πρὸς σὲ πάλαι ἐποιησάμην ἔτι νηπίαν οὖσαν· οὕτω δὲ καλεῖ τὸν χρόνον τῆς ἐν τῇ ἐρήμῳ διαγωγῆς. «Καὶ στήσω τὴν διαθήκην μου, διαθήκην αἰώνιον.» Οὐ τὴν τοῦ νόμου, ἀλλὰ τὴν τῆς χάριτος· οὐ τὴν διὰ

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Ezechielem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg027.local001/.
