# Interpretatio in Ezechielem 81.961

Theodoretus, Interpretatio in Ezechielem, Volume 81. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-ezechielem/81.961

ζʹ. ηʹ. Καὶ ἐγένετο ἀετὸς ἕτερος μέγας, μεγαλοπτέρυγος, καὶ πολὺς ὄνυξι, καὶ ἰδοὺ ἡ ἄμπελος αὕτη περιπλεκομένη ἐπ' αὐτὸν, καὶ αἱ ῥίζαι αὐτῆς πρὸς αὐτὸν, καὶ τὰ κλήματα αὑτῆς ἐξαπέστειλεν αὐτῷ, τοῦ ποτίσαι αὐτὴν σὺν τῷ βώλῳ ἀπὸ τοῦ πρέμνου τῆς φυτείας αὑτῆς. Εἰς πεδίον καλὸν, ἐφ' ὕδατι πολλῷ αὕτη πίεται, τοῦ ποιῆσαι βλαστοὺς, καὶ φέρειν καρπὸν, τοῦ εἶναι εἰς ἄμπελον μεγάλην. Ἀετοὺς καλεῖ τοὺς βασιλέας διὰ τὴν ἡγεμονίαν· βασιλικὸν γὰρ τὸ ζῶον, καὶ τὴν κατὰ τῶν ὀρνέων ἡγεμονίαν λαχόν· διὰ δὲ τούτων τὸν τῶν Αἰγυπτίων ᾐνίξατο βασιλέα. Οὐάφρης δὲ οὗτος ἦν, καὶ μέμνηται αὐτοῦ Ἱερεμίας ὁ προφήτης· πρὸς γὰρ τοῦτον ὁ Σεδεκίας ἐσπείσατο τοὺς ὅρκους παραβὰς, καὶ τὰς συνθήκας, ἃς πρὸς τὸν Ναβουχοδονόσορ ἐποιήσατο. Τὸ δὲ, «Ἐξαπέστειλεν αὐτῷ τὰ κλήματα αὑτῆς,» τὰ χρήματα σημαίνει τὰ παρὰ τοῦ Σεδεκίου τῷ βασιλεῖ τῶν Αἰγυπτίων πεμφθέντα. Ἔπεμψε δὲ, φησὶ, «τοῦ ποτίσαι αὐτὴν σὺν τῷ βώλῳ,» ἵνα, φησὶ, καὶ τοῦ βασιλέως καὶ τῶν ὑπηκόων ὑπερμαχήσῃ· βῶλον γὰρ προσηγόρευσε τὸν λαὸν, ἐπιμείνας τῇ τροπῇ, ἐπειδὴ καὶ τὸν βασιλέα ἄμπελον ὠνόμασεν. Ἡ δὲ ἄμπελος ἐν τῇ γῇ πεφυτευμένη, καὶ τὰς οἰκείας αὐτῇ δίδωσι ῥίζας, καὶ τὴν νοτίδα παρὰ ταύτης ἀρύεται. Ἔπεμψε τοίνυν, φησὶ, χρήματα τῶν Αἰγυπτίων τῷ βασιλεῖ ὁ Σεδεκίας, ὥστε διὰ τῆς ἐκείνου βοηθείας, καὶ αὐτὸν καὶ τὸν λαὸν ἀπολαῦσαι κηδεμονίας, «ἵνα ποιήσῃ βλαστοὺς, καὶ φέρῃ καρπόν·» ἄμπελος δὲ μείνασα, ἀντὶ τοῦ, μὴ ἀποβαλοῦσα τὴν ἀξίαν, ἣν ἔλαβε. θʹ. Διὰ τοῦτο εἰπὲ Τάδε, λέγει Ἀδωναῒ Κύριος, Εἰ κατευθυνεῖ; Οὐχὶ αἱ ῥίζαι τῆς ἁπαλότητος, καὶ ὁ καρπὸς αὐτῆς σαπήσεται, καὶ ξηρανθήσεται πάντα τὰ προανατέλλοντα αὐτῆς; Ψευσθήσεται, φησὶ, τῆς ἐλπίδος, καὶ οὐ τεύξεται ὧν προσδοκᾷ· ἡ γὰρ τοῦ Αἰγυπτίου ἀρδεία, οὐ μόνον οὐδεμίαν ὠφέλειαν αὐτῇ προσοίσει, ἀλλὰ καὶ σηπεδόνα ταῖς ῥίζαις ἐργάσεται, καὶ τοὺς ἐκεῖθεν φυομένους ξηρανεῖ βλαστούς· τοῦτο δὲ καὶ δι' αὐτῶν συνέβη τῶν πραγμάτων. Θαῤῥήσας γὰρ ὁ Σεδεκίας τῇ τοῦ Αἰγυπτίου ἐπικουρίᾳ, παρέβη τὰς πρὸς τὸν Ναβουχοδονόσορ συνθήκας. Ὁ δὲ ἐπιστρατεύσας, καὶ αὐτὸν αἰχμάλωτον ἔλαβε, καὶ τὸν λαὸν ἐξηνδραπόδισε, καὶ τὴν πόλιν ἐνέπρησε. «Καὶ οὐκ ἐν βραχίονι μεγάλῳ, οὐδὲ ἐν λαῷ πολλῷ, τοῦ ἐκσπάσαι αὐτὴν ἐκ ῥιζῶν αὐτῆς.» Οὐδὲ γὰρ πολλὴν, φησὶν, ὁ Αἰγύπτιος πέμψει αὐτῷ στρατείαν, καὶ αὐτὴ δὲ αὕτη οὐ μόνον αὐτὸν οὐδὲν ὀνήσει, ἀλλὰ καὶ ἐκ ῥιζῶν ἀνασπάσει. ιʹ. Καὶ ἰδοὺ πίεται, μὴ κατευθυνεῖ; Καὶ τέως, φησὶ, θαῤῥεῖ τῇ βοηθείᾳ, ἀλλ' οὐκ εἰς τέλος ἀπολαύσεται. «Οὐχ ἅμα τῷ ἅψασθαι αὐτῆς ἄνεμον καύσωνα ξηρανθήσεται ξηρασίᾳ, σὺν τῷ βώλῳ τῆς ἀνατολῆς αὑτῆς ξηρανθήσεται;» Παραχρῆμα γὰρ, φησίν,

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Ezechielem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg027.local001/.
