# Interpretatio in Ezechielem 81.964

Theodoretus, Interpretatio in Ezechielem, Volume 81. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-ezechielem/81.964

ἀφικομένου τοῦ Βαβυλωνίου βασιλέως, καὶ ὁ βασιλεὺς, καὶ τὸ ὑπήκοον ἅπαν ἐξανδραποδισθήσεται. Πάλιν γὰρ ἐνταῦθα βῶλον τὸν λαὸν προσηγόρευσεν· ἄνεμον δὲ καύσωνα τοῦ Βαβυλωνίου τὴν στρατείαν· ὥσπερ γὰρ ἄμπελον τὸν βασιλέα, καὶ βῶλον τὸν λαὸν (ἐν αὐτῷ γὰρ ἐπεφύτευτο)· οὕτω τροπικῶς ἀρδείαν, τοῦ Αἰγυπτίου τὴν βοήθειαν· ἄνεμον δὲ καύσωνα, τοῦ Βαβυλωνίου τὴν ἔφοδον λέγει. ιαʹ, ιβʹ. Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μὲ, λέγων· Υἱὲ ἀνθρώπου, εἰπὲ πρὸς τὸν οἶκον τὸν παραπικραίνοντα· Οὐκ ἐπίστασθε, τί ἐστι ταῦτα; Εἰπὲ αὐτοῖς· Ἰδοὺ ἔρχεται βασιλεὺς Βαβυλῶνος ἐπὶ Ἱερουσαλὴμ, καὶ λήψεται τὸν βασιλέα αὑτῆς, καὶ τοὺς ἄρχοντας αὐτῆς, καὶ ἄξει αὐτοὺς πρὸς ἑαυτὸν εἰς Βαβυλῶνα. Τὸ «Ἰδοὺ ἔρχεται,» ἀντὶ τοῦ, Ἰδοὺ ἦλθεν· τέως γὰρ τὰ ἤδη γενόμενα διηγεῖται καὶ περὶ τοῦ Ἰεχονίου ταῦτα διεξελήλυθε, κατὰ τὸ οἰκεῖον ἰδίωμα τὰ παρεληλυθότα, ὡς μηδέπω γενόμενα λέγει· ὅτι δὲ ἐκεῖνα περὶ τοῦ Ἰεχονίου ἔφη, ὃς ἕκτον ἤδη λοιπὸν ἔτος εἶχεν ἐν τῇ αἰχμαλωσίᾳ, κατὰ τὴν αὐτοῦ τοῦ προφήτου διδασκαλίαν, τὰ ἐπαγόμενα διδάσκει. ιγʹ, ιδʹ. Καὶ λήψεται, φησὶν, ἐκ τοῦ σπέρματος τῆς βασιλείας, καὶ διαθήσεται πρὸς αὐτὸν διαθήκην, καὶ εἰσάξει αὐτὸν ἐν ἀρᾷ· καὶ τοὺς ἡγουμένους τῆς γῆς λήψεται, τοῦ γενέσθαι εἰς βασιλέα ἀσθενῆ, τὸ καθόλου μὴ ἐπαίρεσθαι, ἀλλὰ φυλάσσειν τὴν διαθήκην αὐτοῦ, καὶ ἱστᾷν αὐτήν. Ταῦτα περὶ τοῦ Σεδεκίου ἔφη, καὶ αὐτὰ δὲ πρὸ ἓξ ἐτῶν ἐγεγόνει. Τὸ τοίνυν «λήψεται, καὶ διαθήσεται, καὶ εἰσάξει» ἀντὶ τοῦ ἔλαβεν, καὶ διέθετο, καὶ εἰσήγαγε. Τὰς γὰρ συνθήκας πρὸς τὸν Σεδεκίαν ποιούμενος ὅρκους αὐτὸν φρικωδεστάτους ἀπῄτησε, μὴ παραβῆναι τὰ συγκείμενα· ὁ δὲ παραυτίκα τοὺς ὅρκους ἐπάτησε. Χειροτονῶν δὲ, φησὶν, αὐτὸν βασιλέα πάντας τοὺς πλούτῳ κομῶντας αἰχμαλώτους λήψεται. Τοῦτο δὲ ἡμᾶς καὶ τῶν Βασιλειῶν ἡ τετάρτη, καὶ ἡ δευτέρα τῶν Παραλειπομένων ἐδίδαξεν· ὡσαύτως δὲ καὶ ὁ μακάριος Ἱερεμίας ὁ προφήτης· πάντα δὲ, φησὶ, ταῦτα πραγματεύεται ὁ Βαβυλώνιος, ἀσθενῆ τὴν βασιλείαν ποιῶν, ἵν' ὑπακούῃ διηνεκῶς, καὶ στάσεως πρόφασιν μηδεμίαν ἔχῃ. ιεʹ. Καὶ ἀποστήσεται ἀπ' αὐτοῦ, τοῦ ἐξαποστέλλειν ἀνθρώπους εἰς Αἴγυπτον, τοῦ δοῦναι αὐτῷ ἵππους, καὶ λαὸν πολύν. Ἅπερ ἄνω συνεσκιασμένως καὶ παραβολικῶς ἔφη, ἐνταῦθα σαφῶς ἐδίδαξεν. Εἶτα κατ' ἐρώτησιν ἐπάγει· «Εἰ κατευθυνεῖ, εἰ διασωθήσεται ὁ ποιῶν ἐναντία, καὶ παραβαίνων διαθήκην; εἰ ἐκφεύξεται;» Ὑμῖν, φησὶ, κέχρημαι κριταῖς, εἰ δίκαιον τὸν παραβάτην ὅρκων καὶ συνθηκῶν γενόμενον τὴν δίκην ἐκφυγεῖν, καὶ σωτηρίας τυχεῖν· ἐπειδὴ δὲ οὐδὲν ἀποκρίνεσθε, ἐγὼ τὴν ψῆφον ἐκφέρω.

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Ezechielem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg027.local001/.
