Ancient Greek
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Ezechielem 81.965
Not analysed yet
ιϛʹ, ιζʹ. Ζῶ ἐγὼ, λέγει Ἀδωναῒ Κύριος· ἐὰν μὴ ἐν τῷ τόπῳ τοῦ βασιλέως τοῦ βασιλεύσαντος αὐτὸν, ὃς ἠτίμωσε τὴν ἀράν μου, καὶ παρέβη τὴν διαθήκην μου μετ' αὐτοῦ, ἐν μέσῳ Βαβυλῶνος τελευτήσει· καὶ οὐκ ἐν δυνάμει μεγάλῃ, οὐδὲ ἐν ὄχλῳ πολλῷ. Ὁ ἀγνοῶν με, φησὶ τῶν Βαβυλωνίων ὁ βασιλεὺς, κατ' ἐμὲ τοὺς ὅρκους τοῦτον ἀπῄτησεν· οὗτος δὲ ὑπὸ τοὺς ἐμοὺς πολιτευόμενος νόμους παραβάτης τῶν ὅρκων ἐγένετο. Διὸ τῷ χειροτονήσαντι αὐτὸν βασιλεῖ παραδοθήσεται, καὶ ἐν Βαβυλῶνι δέξεται τοῦ βίου τὸ τέλος. «Ποιήσει δὲ Φαραὼ πόλεμον ἐν χαρακοβολίᾳ, καὶ ἐν οἰκοδομῇ βελοστάσεων τοῦ ἐξᾶραι πολλὰς ψυχάς.» Καὶ τοῦτο δὲ πάλιν ὁ μακάριος ἡμᾶς Ἱερεμίας ὁ προφήτης διδάσκει· τῶν γὰρ Χαλδαίων τὴν Ἱερουσαλὴμ πολιορκούντων, ὁ Αἰγυπτίων βασιλεὺς εἰς ἐπικουρίαν τῶν Ἰουδαίων ἀφίκετο· δείσαντες δὲ ταύτην οἱ Χαλδαῖοι τὴν ἔφοδον, ἀνεχώρησαν· ἀλλὰ τῷ Σεδεκίᾳ διὰ Ἱερεμίου τοῦ προφήτου παραινεῖ ὁ τῶν ὅλων Θεὸς, μὴ θαῤῥήσῃ, τῇ τοῦ Αἰγυπτίου βοηθείᾳ. «Παραυτίκα γὰρ, φησὶν, ἥξει βασιλεὺς Βαβυλῶνος, καὶ λήψεται τὴν πόλιν.» Ταῦτα δὲ κἀνταῦθα διὰ τοῦ Ἰεζεκιήλ φησιν ὁ Θεός. ιηʹ. Καὶ ἠτίμωσε τὴν ὁρκωμοσίαν τοῦ παραβῆναι διαθήκην, καὶ ἰδοὺ δέδωκε τὴν χεῖρα αὑτοῦ, καὶ πάντα ταῦτα ἐποίησεν αὐτῷ, μὴ σωθήσεται; Οὐδεμίαν, φησὶν, ὄνησιν ἐκ τῆς τοῦ Αἰγυπτίου συμμαχίας καρπώσεται, ἀλλὰ τῆς παραβάσεως τίσει δίκας. ιθʹ—καʹ. Διὰ τοῦτο εἰπὲ, Τάδε λέγει Ἀδωναῒ Κύριος, Τὴν ὁρκωμοσίαν μου, ἣν ἠτίμωσε, καὶ τὴν διαθήκην μου, ἣν παρέβη, καὶ δώσω αὐτὴν ἐπὶ κεφαλὴν αὐτοῦ. Καὶ ἐκπετάσω ἐπ' αὐτὸν τὸ δίκτυόν μου, καὶ ἁλώσεται ἐν τῇ περιοχῇ αὐτοῦ, καὶ ἄξω αὐτὸν εἰς Βαβυλῶνα, καὶ διακριθήσομαι μετ' αὐτοῦ ἐκεῖ περὶ τῆς ἀδικίας αὐτοῦ, ἧς ἠδίκησεν ἐν ἐμοὶ ἐν πάσαις ταῖς φυγαδείαις αὐτοῦ. Καὶ πάντες οἱ ἐκλεκτοὶ αὐτοῦ σὺν πάσαις ταῖς παρατάξεσιν αὐτοῦ ἐν ῥομφαίᾳ πεσοῦνται, καὶ πάντας τοὺς καταλοίπους αὐτῶν εἰς πάντα ἄνεμον διασπερῶ, καὶ ἐπιγνώσεσθε, διότι ἐγὼ Κύριος λελάληκα. Τῇ Αἰγυπτίων, φησὶ, βοηθείᾳ θαῤῥήσας τοὺς ἐμοὺς ὅρκους ἐπάτησεν· ἀλλ' ἐγὼ οἷόν τινι δικτύῳ τῇ τῶν Χαλδαίων χρησάμενος στρατείας ζωγρήσω αὐτὸν, καὶ ἐν τῇ Βαβυλῶνι παραπέμψω, καὶ τοὺς λογάδας αὐτοῦ, καὶ τῆς στρατείας τοὺς ἀρίστους παραδώσω σφαγῇ· τοὺς δὲ ἐκ τοῦ πολέμου διαφυγόντας θάνατον παραδώσω δορυαλώτους, καὶ δι' αὐτῆς μαθήσεσθε τῆς πείρας, ὡς ἀψευδῆ μου τὰ ῥήματα. Τοῦτο γὰρ ἐσήμανεν εἰρηκώς· Καὶ ἐπιγνώσεσθε, διότι ἐγὼ Κύριος λελάληκα.