# Interpretatio in Ezechielem 81.968

Theodoretus, Interpretatio in Ezechielem, Volume 81. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-ezechielem/81.968

(κβʹ, κγʹ.) Τάδε λέγει Ἀδωναῒ Κύριος· Λήψομαι ἐγὼ ἐκ τῶν ἐπιλέκτων τῆς κέδρου τῆς ὑψηλῆς ἐκ κορυφῆς, καὶ δώσω ἀπὸ κεφαλῆς παραφυάδων αὐτῆς, ἐκ καρδίας κορυφῆς αὐτῆς ἀποκνιῶ, καὶ καταφυτεύσω ἐπ' ὄρους ὑψηλοῦ ἐγώ. Καὶ κρεμάσω αὐτὸν ἐν ὄρει μετεώρῳ Ἰσραὴλ, καὶ καταφυτεύσω αὐτὸν, καὶ ἐξοίσει βλαστὸν, καὶ ποιήσει καρπὸν, καὶ ἔσται εἰς κέδρον μεγάλην, καὶ ἀναπαύσεται ὑποκάτω αὐτοῦ πᾶν ὄρνεον, καὶ ἅπαν πετεινὸν ὑπὸ τὴν σκιὰν αὐτοῦ ἀναπαύσεται, καὶ τὰ κλήματα αὐτοῦ ἀποκατασταθήσεται. Ἀληθῶς οἶκος· παραπικραίνων ὁ Ἰσραὴλ, καὶ ὀφθαλμοὺς ἔχουσι, καὶ οὐ βλέπουσι, καὶ ὦτα ἔχουσι, καὶ οὐκ ἀκούουσι. Εἰ δὲ οὐχ οὕτω ταῦτ' ἔχει, δειξάτωσαν ἡμῖν, τίς οὗτος ὁ ληφθεὶς ἐκ τῶν ἐπιλέκτων τῆς κέδρου τῆς ὑψηλῆς ἐκ καρδίας κορυφῆς, καὶ καταφυτευθεὶς μὲν πρότερον ἐν ὄρει ὑψηλῷ, εἶτα κρεμασθεὶς ἐν ὄρει μετεώρῳ Ἰσραὴλ, καὶ μετὰ τὸ κρεμασθῆναι ἐξοίσας βλαστὸν, καὶ ποιήσας καρπὸν, καὶ γενόμενος εἰς κέδρον μεγάλην, ὥστε πᾶν ὄρνεον καὶ πᾶν πτηνὸν, οὐ τετράποδον, οὔτε ἑρπετὸν, ἀλλὰ πᾶν ὄρνεον καὶ πετεινὸν ὑπὸ τὴν σκιὰν αὐτοῦ ἀναπαύεσθαι. Εἰ γὰρ περὶ τοῦ Ζοροβάβελ ταῦτα εἰρῆσθαι φήσαιεν, δειξάτωσαν ἐν ποίῳ ὄρει ὁ Ζοροβάβελ ἐκρεμάσθη, ἢ ὅτι πάντα τὰ ὄρνεα καὶ πετεινὰ ὑπὸ τὴν σκιὰν αὐτοῦ ἀνεπαύσατο· μόνον γὰρ ὁ Ζοροβάβελ τοῦ ἀπὸ τῆς αἰχμαλωσίας συνανελθόντος λαοῦ ἄρξας διετέλεσε, τὰ δὲ ἄλλα ἔθνη οὐ μόνον αὐτοῦ οὐχ ὑπήκουσεν, ἀλλὰ καὶ διηνεκῶς ἐπολέμει. Οὗ χάριν οὐδὲ ἡ οἰκοδομὴ τοῦ θείου νεὼ σύντομον ἐδέξατο πέρας. Εἰ δὲ οὐδαμῶς ἁρμόττει τῷ Ζοροβάβελ τὰ εἰρημένα, σχολῇ γ' ἂν ἑτέρῳ τινὶ ἁρμόσειεν. Εἰ δὲ εἰς τοὺς Μακκαβαίους τὴν προφητείαν ἑλκύσαι ἐπιχειρήσαιεν, ῥᾳδίως αὐτῶν τὸ ψεῦδος διελεγχθήσεται. Οὐδὲ γὰρ ἐκ τῆς βασιλικῆς, ἀλλ' ἐκ τῆς ἱερατικῆς ὑπῆρχον ἐκεῖνοι φυλῆς· ἐνταῦθα δὲ κέδρον τὸ βασιλικὸν προσαγορεύει γένος. Καὶ γὰρ περὶ τοῦ Ἰεχονίου οὕτως ἔφη· «Ὁ ἀετὸς ὁ μέγας, ὁ μεγαλοπτέρυγος, τὰ ἁπαλὰ τῆς κέδρου ἀπέκνισεν, καὶ εἰς Βαβυλῶνα ἀπήγαγεν,» ἀντὶ τοῦ, βασιλικὸν γένος. Οὐκοῦν εἰ μήτε τῷ Ζοροβάβελ, μήτε τοῖς Μακκαβαίοις ἁρμόττει τὰ εἰρημένα, δῆλον ὅτι περὶ τοῦ Κυρίου καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ ταῦτα προηγόρευται, ὃς ἐκ τοῦ Δαβὶδ τὸ κατὰ σάρκα κατῆγεν τὸ γένος, οὐκ ἐκ παραφυάδων τινῶν τῆς βασιλείας τοὺς προπάτορας ἔχων, ἀλλ' ἐξ αὐτῆς τῆς τῶν βασιλέων διαδοχῆς. Καὶ τοῦτο ἀκριβῶς ἡμᾶς ὁ μακάριος διδάσκει Ματθαῖος· τοῦ γὰρ Δαβὶδ τὸν Σολομῶντα εἰρηκὼς υἱὸν, κἀκείνου τὸν Ῥοβοὰμ, εἶτα ἑξῆς ἁπάσας τὰς γενεαλογίας διεξελθὼν μέχρι τῆς μετοικεσίας Βαβυλῶνος, ἐπάγει· «Καὶ μετὰ τὴν μετοικεσίαν Βαβυλῶνος Ἰεχονίας ἐγέννησε τὸν Σαλαθιήλ·» οὗτος αὐτὸς ὁ αἰχμάλωτος γεγονώς· ὁ Σαλαθιὴλ δὲ τὸν Ζοροβάβελ· οὗτος δέ ἐστιν ὁ μετὰ

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Ezechielem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg027.local001/.
