# Interpretatio in Ezechielem 81.973

Theodoretus, Interpretatio in Ezechielem, Volume 81. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-ezechielem/81.973

ἀκολουθήσῃ τοῖς κακοῖς Ἰσραὴλ ἐνθυμήμασι· καὶ διὰ τούτων δὲ ὡσαύτως, καὶ τὴν ἀσέβειαν καὶ τὴν παρανομίαν ἐδήλωσε. «Καὶ τὴν γυναῖκα τοῦ πλησίον αὑτοῦ οὐ μὴ μιάνῃ, καὶ πρὸς γυναῖκα ἐν ἀφέδρῳ οὖσαν οὐ προσεγγιεῖ.» Προσήκει δὲ αὐτὸν, φησὶ, μήτε ἀλλοτρίαν συλῆσαι εὐνὴν, μήτε τῇ ἐν ῥύσει αἵματος οὔσῃ πλησιάσαι· καὶ τοῦτο γὰρ ἀπηγόρευτο τῷ νόμῳ. ζʹ. Καὶ ἄνθρωπον οὐ μὴ καταδυναστεύσῃ, καὶ ἐνεχυρασμὸν ὀφείλοντος ἀποδώσῃ, καὶ ἅρπαγμα οὐχ ἁρπᾶται. Πάσης, φησὶ, πλεονεξίας εἰ ὀφθείη ἐλεύθερος. Εἶτα ἡ ἐπίτασις τῆς ἀρετῆς· «Τὸν ἄρτον αὑτοῦ πεινῶντι δώσει, καὶ γυμνὸν περιβαλεῖ ἱμάτιον.» Οὐκ ἀρκεῖ γὰρ τὸ μὴ ἁρπάσαι, ἀλλὰ δεῖ καὶ κοινωνοὺς τῶν ὄντων τοὺς δεομένους λαβεῖν. ηʹ. Τὸ ἀργύριον αὑτοῦ ἐπὶ τόκῳ οὐ δώσει, καὶ πλεονασμὸν οὐ λήψεται. Καὶ γὰρ καὶ ταῦτα πλεονεξίας εἴδη. «Ἀπὸ ἀδικίας ἀποστρέψει χεῖρα αὑτοῦ.» Συντόμως τὴν παρανομίαν ἀπηγόρευσεν. «Καὶ κρῖμα ποιήσει ἀναμέσον ἀνδρὸς καὶ τοῦ πλησίον αὑτοῦ.» Εἰ δίκαιος ἀναφανείη κριτὴς, μὴ πρὸς χάριν ἢ ἀπέχθειαν ἐκφέρων τὴν ψῆφον· εἶτα συντόμως· θʹ. Καὶ ἐν τοῖς προστάγμασί μου πεπόρευται, καὶ τὰ δικαιώματά μου πεφύλακται τοῦ ποιῆσαι αὐτά· δίκαιος οὗτός ἐστι, ζωῇ ζήσεται, λέγει Ἀδωναῒ Κύριος. Ὁ τὰ εἰρημένα, φησὶ, πάντα πεποιηκὼς, καὶ τῶν ἀπειρημένων πάντων ἐλεύθερος, καὶ τῇ τοῦ δικαίου προσηγορίᾳ τιμηθήσεται, καὶ τοὺς τῆς ζωῆς τρυγήσει καρπούς. ιʹ. Καὶ ἐὰν γεννήσῃ υἱὸν λοιμὸν, ἐκχέοντα αἷμα, καὶ ποιοῦντα ἁμαρτήματα. Εἶτα συντόμως· «Ἐν τῇ ὁδῷ τοῦ πατρὸς αὑτοῦ τοῦ δικαίου οὐ πορεύεται.» Ἀλλ' ἕκαστον τῶν ἤδη ἀπηγορευμένων εἰργάσατο, καὶ τὴν ἐναντίαν ὁδὸν ὥδευσεν· ἀνομίαν, φησὶ, πεποίηκεν οὗτος. ιγʹ. Ζωῇ οὐ ζήσεται, πάσας τὰς ἀνομίας ταύτας ἐποίησε, θανάτῳ θανατωθήσεται, τὸ αἷμα αὐτοῦ ἐπ' αὐτὸν ἔσται. Οὐδὲν, φησὶν, ὁ παράνομος ἐκ τῆς πατρῴας ἀρετῆς ὠφεληθήσεται, ἐναντίον ἐκείνῳ προαιρούμενος βίον, ἀλλὰ τῶν οἰκείων σπερμάτων δρέψεται τοὺς καρπούς. ιδʹ. Ὅταν δὲ, φησὶ, γεννήσῃ υἱὸν, καὶ ἴδῃ πάσας τὰς ἁμαρτίας τοῦ πατρὸς αὑτοῦ ἃς ἐποίησε, καὶ φοβηθῇ, καὶ μὴ ποιήσῃ κατὰ ταύτας. Εἶτα ἐφεξῆς λέγει· Ὅτι τῆς τῶν εἰδώλων ἑαυτὸν λατρείας ἀπήλλαξε, καὶ τῆς τοῦ οἴκου Ἰσραὴλ παρανομίας οὐ κεκοινώνηκε, γάμοις τε ἀλλοτρίοις οὐκ ἐπεβούλευσε, πᾶν εἶδος πλεονεξίας ἐμίσησε, τὴν δὲ δυνατὴν θεραπείαν τοῖς δεομένοις προσήνεγκεν, τῶν μὲν λιμὸν ἐξελαύνων, τοὺς δὲ περιβάλλων καὶ γυμνότητος ἀπαλλάττων, καὶ πάσας ὁμοῦ τᾶς ἐντολὰς διεφύλαξεν.

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Ezechielem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg027.local001/.
