# Interpretatio in Ezechielem 81.981

Theodoretus, Interpretatio in Ezechielem, Volume 81. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-ezechielem/81.981

Τὰ συμβησόμενα, φησὶ, τῷ τοῦ Ἰσραὴλ βασιλεῖ, δι' ὧν αὐτὸν θρηνεῖς, προαγόρευσον. Βασιλέα δὲ Ἰσραὴλ οὐ τὸν ἐν Σαμαρείᾳ καθήμενον λέγει· πάλαι γὰρ ἐκείνη κατελύθη ἡ βασιλεία· ἀλλὰ τὸν ἐν τῇ Ἱερουσαλήμ. Πάντων γὰρ τῶν τηνικαῦτα ὑπολειφθέντων ὁ τοῦ Ἰούδα βασιλεὺς ἐβασίλευε· καὶ τοῦτο ἡμᾶς ἡ τετάρτη διδάσκει τῶν Βασιλειῶν, καὶ τῶν Παραλειπομένων ἡ δευτέρα. Μητέρα δὲ τοῦ βασιλέως τὴν Ἱερουσαλὴμ προσηγόρευσεν· ἐκεῖθεν γὰρ οἱ βασιλεῖς ὡρμῶντο· λέαιναν δὲ αὐτὴν καλεῖ, οὐ διὰ τὸ βασιλικὸν μόνον τῆς πόλεως, ἀλλὰ καὶ διὰ τὴν τοῦ ἤθους θρασύτητα. «Ἐν μέσῳ λεόντων ἐνεμήθη.» Τῶν κύκλῳ, φησὶ, βασιλέων ἐζήλωσε τὸν τρόπον. «Τῶν μέσῳ λεόντων ἐπλήθυνε σκύμνους αὑτοῦ.» Σημαίνει δὲ τὰ μετὰ τὸν Ἰωσίαν συμβάντα· τέτταρες γὰρ βασιλεῖς ἐν ὀλίγῳ τῆς Ἱερουσαλὴμ ἡγήσαντο, Ἰωάχαζ, Ἰωακεὶμ, Ἰεχονίας, Σεδεκίας. γʹ, δʹ. Καὶ ἀπεπήδησεν εἷς τῶν σκύμνων αὐτῆς· λέων ἐγένετο, καὶ ἔμαθεν ἁρπάζειν ἁρπάγματα, ἀνθρώπους ἔφαγεν. Καὶ ἤκουσε περὶ αὐτοῦ ἔθνη, καὶ συνελήφθη ἐν τῇ διαφθορᾷ αὑτοῦ, καὶ ἤγαγον αὐτὸν ἐν κημῷ εἰς γῆν Αἰγύπτου. Τὸν Ἰωάχαζ λέγει, ὃς Ἰωσίαν τὸν πατέρα διαδεξάμενος, καὶ περὶ τὸ Θεῖον ἐγένετο δυσσεβὴς, καὶ περὶ τοὺς ὑπηκόους παράνομος· ἀλλὰ τοῦτον Φαραὼ Νεχαὼ τῶν Αἰγυπτίων ὁ βασιλεὺς δορυάλωτον λαβὼν, πεπεδημένον εἰσήγαγεν εἰς τὴν Αἴγυπτον, καὶ ἐκεῖ τῆς παρανομίας τὰς δίκας ἐξέτισε· καὶ τοῦτο ἐσήμανεν εἰρηκὼς, «Συνελήφθη ἐν τῇ διαφθορᾷ αὑτοῦ.» Εἶτα ἐπάγει· εʹ—ζʹ. Καὶ εἶδεν ὅτι ἀπῶσται ἀπ' αὐτῆς, καὶ ἀπώλετο ἡ ὑπόστασις αὐτῆς, καὶ ἔλαβεν ἄλλον ἐκ τῶν σκύμνων αὑτῆς· λέοντα ἔταξεν αὐτόν. Καὶ ἀνεστρέφετο ἐν μέσῳ λεόντων· λέων ἐγένετο, καὶ ἔμαθεν ἁρπάζειν ἁρπάγματα, καὶ ἀνθρώπους ἔφαγε. Καὶ ἐνέμετο ἐν τῷ θράσει αὑτοῦ, καὶ τὰς πόλεις αὐτῶν ἐξερήμωσε, καὶ ἠφάνισε γῆν καὶ τὸ πλήρωμα αὐτῆς ἀπὸ φωνῆς ὠρυώματος αὑτοῦ. Τὸν Ἰεχονίαν διὰ τούτων παρεδήλωκε, τὸν τοῦ Ἰωακεὶμ υἱόν· περὶ γὰρ τῶν γενομένων αἰχμαλώτων, καὶ ἐν τῇ ξένῃ δεξαμένων τοῦ βίου τὸ πέρας, ποιεῖται τὸν λόγον· διὸ τοῦ Ἰωακεὶμ ἐπὶ τοῦ παρόντος τὴν μνήμην κατέλιπεν· ἐν τῇ γὰρ Ἱερουσαλὴμ οὗτος ἐδέξατο τὴν σφαγήν. Ἐν συντόμῳ τοίνυν διεξῆλθε τὴν τοῦ Ἰεχονίου παρανομίαν, ὃς τρεῖς μῆνας πρὸς ὀλίγαις βασιλεύσας ἡμέραις, φόνων ἀδίκων τὴν πόλιν ἐπλήρωσεν. Ὅτι δὲ οὐ τὸν Ἰωακεὶμ, ἀλλὰ τὸν Ἰεχονίαν διὰ τούτων αἰνίττεται, τὰ ἐπαγόμενα μαρτυρεῖ. Φησὶ γάρ· ηʹ, θʹ. Καὶ ἐπέθετο ἐπ' αὐτῷ ἔθνη κυκλόθεν ἐκ τῶν χωρῶν, καὶ ἐξεπέτασαν ἐπ' αὐτὸν δίκτυα αὑτῶν, καὶ ἐν τῇ διαφθορᾷ αὐτῶν συνελήφθη. Καὶ ἔθεντο αὐτὸν ἐν κημῷ, καὶ ἐν γαλεά-

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Ezechielem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg027.local001/.
