# Interpretatio in Ezechielem 81.984

Theodoretus, Interpretatio in Ezechielem, Volume 81. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-ezechielem/81.984

γρᾳ, καὶ ἤγαγον αὐτὸν πρὸς τὸν βασιλέα Βαβυλῶνος, καὶ εἰσήγαγον αὐτὸν εἰς φυλακὴν, ὅπως μὴ ἀκουσθῇ ἡ φωνὴ αὐτοῦ μηκέτι ἐπὶ τὰ ὄρη τοῦ Ἰσραήλ. Ὁ δὲ Ἰωακεὶμ οὐκ αἰχμάλωτος ἀπήχθη, ἀλλ' ἐν τῇ Ἱερουσαλὴμ ἀνῃρέθη· ὁ δὲ Ἰεχονίας τὰ προειρημένα πέπονθεν ἅπαντα· εἰκότως δὲ ὡς ἐπὶ λέοντος τὴν μὲν τῆς στρατείας προσβολὴν ὠνόμασε δίκτυα, κημὸν δὲ καὶ γαλεάγραν τὰ περιτεθέντα αὐτῷ δεσμά· ἐπειδὴ γὰρ τροπικῶς αὐτὸν ἐκάλεσε λέοντα, ἀκολούθως καὶ τὰ συμβάντα αὐτῷ τροπικῶς ὀνομάζει· τῷ γὰρ λέοντι καὶ τὰ δίκτυα καὶ ἡ γαλεάγρα ἁρμόττει· οὕτω ταῦτα διηγησάμενος ἐφ' ἕτερον εἶδος πάλιν μεταβαίνει παραβολῆς καί φησιν· ιʹ, ιαʹ. Ἡ μήτηρ σου ἄμπελος, ὡς ἄνθος ῥοιᾶς ἐν ὕδατι πεφυτευμένης· ὁ καρπὸς αὐτῆς, καὶ ὁ βλαστὸς αὐτῆς ἐγένετο ἐξ ὕδατος πολλοῦ. Καὶ ἐγένετο ῥάβδος ἰσχύος ἐπὶ φυλὴν ἡγουμένων, καὶ ὑψώθη ἐν τῷ μεγέθει αὑτῆς ἐν μέσῳ στελεχῶν, καὶ εἶδε τὸ μέγεθος αὑτῆς ἐν πλήθει κλημάτων αὑτῆς. Ἀμπέλῳ, φησὶν, ἔοικεν ἡ μήτηρ σου, καὶ ῥοιᾷ πεφυτευμένῃ παρ' ὄχθην ὕδατος, καὶ διὰ τὴν ἐκεῖθεν ἀρδείαν τεθηλυίᾳ τε καὶ ἄνθεσι κεκοσμημένῃ καὶ πολὺν βρυούσῃ καρπόν. Προσήκει δὲ ἐπισημήνασθαι, ὅτι οὐ καλὸν τὸν καρπὸν προσηγόρευσε. Διὰ δὲ τοῦ ὕδατος τὰς παντοδαπὰς τοῦ Θεοῦ ἐδήλωσε δωρεὰς, «ῥάβδον δὲ ἰσχύος» αὐτὴν τὴν βασιλείαν ἐκάλεσε. Παιδευτικὴ γὰρ ἡ ῥάβδος. Τὸ δὲ «ἐπὶ φυλὴν ἡγουμένων» προστέθεικεν, ἐπειδὴ οὐ παντὸς ἡγήσατο τοῦ Ἰσραὴλ, ἀλλὰ τῆς ἡγεμονικῆς τοῦ Ἰούδα φυλῆς. Τὸ δὲ «Εἶδε τὸ μέγεθος αὑτῆς ἐν πλήθει κλημάτων αὑτῆς,» τὴν ἐκ τῆς εὐημερίας αὐτῇ προσγενομένην ἀλαζονείαν δηλοῖ. Ὅθεν ἐπάγει· ιβʹ. Καὶ κατεκλάσθη ἐν θυμῷ, ἐπὶ γῆν ἐῤῥίφη, καὶ ἄνεμος καύσων ἐξήρανε τὰ ἐκλεκτὰ αὐτῆς· ἐξεδικήθησαν, καὶ ἐξερημώθησαν αἱ ῥάβδοι τῆς ἰσχύος αὐτῆς· πῦρ ἐξήρανεν αὐτὴν, πῦρ ἀνάλωσεν αὐτήν. Τροπικῶς ἅπαντα καὶ παραβολικῶς, ὡς ἐπὶ ἀμπέλου καὶ ῥοιᾶς· ἄνεμον δὲ καύσωνα τὴν τῶν πολεμίων ἐκάλεσεν ἔφοδον, πῦρ δὲ, τὴν ἐκ τῆς θείας ὀργῆς καταλαβοῦσαν αὐτοὺς τιμωρίαν. Ἔφη δὲ ξηρανθῆναι τὰς ῥάβδους τῆς ἰσχύος, διὰ τὸ σβεσθῆναι τὴν βασιλείαν. Εἶτα πάλιν διδάσκει τὰ μετὰ τὴν τοῦ Σεδεκίου αἰχμαλωσίαν συμβησόμενα κακά. ιγʹ. Καὶ νῦν πεφυτεύκασιν αὐτὴν ἐν τῇ ἐρήμῳ, ἐν γῇ ἀνύδρῳ καὶ διψώσῃ. Μετὰ τὸν ἐμπρησμὸν τῆς πόλεως καὶ τοῦ θείου νεὼ, τῶν ἐν τέλει πάντων τῶν μὲν ἀναιρεθέντων, τῶν δὲ δορυαλώτων ἀπαχθέντων, τοῖς ὑπολειφθεῖσιν ἐκεῖ πένησιν ἐπέστη-

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Ezechielem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg027.local001/.
