# Interpretatio in Ezechielem 81.989

Theodoretus, Interpretatio in Ezechielem, Volume 81. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/interpretatio-in-ezechielem/81.989

διδάξας· οἱ δὲ οὐδαμῶς προσέχειν ἠθέλησαν ταῖς ἐμαῖς εἰσηγήσεσι. Καὶ τοῦτο σημαίνων ἐπήγαγε· ηʹ. Καὶ ἀπέστησαν ἀπ' ἐμοῦ, καὶ οὐκ ἠθέλησαν ὑπακοῦσαί μου· ἕκαστος τὰ βδελύγματα τῶν ὀφθαλμῶν αὑτοῦ οὐκ ἀπέῤῥιψε, καὶ τὰ ἐπιτηδεύματα Αἰγύπτου οὐ κατέλιπον. Εἶτα διδάσκει τῆς ὀργῆς τὸ δίκαιον. «Καὶ εἶπον τοῦ ἐκχέαι τὸν θυμόν μου ἐπ' αὐτοὺς, τοῦ συντελέσαι τὴν ὀργήν μου ἐν αὐτοῖς ἐν μέσῳ τῆς Αἰγύπτου.» Ἔπειτα τὴν φιλανθρωπίαν καὶ τὴν μακροθυμίαν διδάσκει, ᾗ κεχρημένος οἰκονομεῖ τῶν ἀνθρώπων τὴν φύσιν. θʹ. Καὶ ἐποίησα, ὅπως τὸ ὄνομά μου τὸ παράπαν μὴ βεβηλωθῇ ἐνώπιον τῶν ἐθνῶν, ὧν αὐτοί εἰσιν ἐν μέσῳ αὐτῶν, ἐφ' ὧν ἐγνώσθην πρὸς αὐτοὺς ἐνώπιον αὐτῶν, τοῦ ἐξαγαγεῖν αὐτοὺς ἐκ γῆς Αἰγύπτου. Ἐβουλήθην, φησὶν, ἀπειθήσαντας παραυτίκα κολάσαι· ἐπειδὴ δὲ λαὸς ἐμὸς ἐχρημάτιζε, δίκας αὐτοὺς ἐπὶ τῶν δυσμενῶν οὐκ ἐπραξάμην, ἵνα τὸ παράπαν τὸ ὄνομά μου μὴ βεβηλωθῇ ἐνώπιον τῶν ἐθνῶν, οἷς οὗτοι συνῴκουν· ἵνα μὴ πρόφασις, φησὶ, τῆς κατ' ἐμοῦ βλασφημίας ἡ τούτων γένηται τιμωρία· ἤθελον γὰρ διὰ τῆς περὶ τούτους εὐεργεσίας κἀκείνων μεταβαλεῖν τὰ φρονήματα· ταῦτα δὲ ἡμᾶς ἐναργέστερον διδάσκει τὸ τῆς Ἐξόδου βιβλίον. Διηγεῖται γὰρ ὁ μακάριος Μωσῆς, ὅπως αὐτῷ πᾶς ὁ λαὸς ἀπένεμε τοὺς θείους λόγους διαπορθμεύοντι τῷ Φαραῷ· ταύτῃ τοίνυν, φησὶ, τῇ μακροθυμίᾳ χρησάμενος· ιʹ—ιβʹ. Τοῦτον ἐξήγαγον ἐκ γῆς Αἰγύπτου. Καὶ ἐξήγαγον αὐτοὺς ἐκ γῆς Αἰγύπτου. Καὶ ἤγαγον αὐτοὺς εἰς τὴν ἔρημον. Καὶ ἔδωκα αὐτοῖς τὰ προστάγματά μου, καὶ τὰ δικαιώματά μου ἐγνώρισα αὐτοῖς, ὃς ἐὰν ποιήσῃ αὐτὰ ἄνθρωπος, καὶ ζήσεται ἐν αὐτοῖς. Καὶ Σάββατά μου ἔδωκα αὐτοῖς, τοῦ εἶναι εἰς σημεῖον ἀναμέσον ἐμοῦ καὶ ἀναμέσον αὐτῶν, τοῦ γνῶναι ὅτι ἐγὼ Κύριος ὁ ἁγιάζων αὐτούς. Ἐλευθερώσας αὐτοὺς, φησὶ, τῆς πικρᾶς ἐκείνης δουλείας, ὡς ἐν παλαίστρᾳ τινὶ, ἐν τῇ ἐρήμῳ τοῖς ἀγαθοῖς καὶ ὠφελίμοις νόμοις ἐπαιδοτρίβουν, ζωὴν αὐτοῖς διὰ τῆς τούτων φυλακῆς μηχανώμενος· ζωῆς γὰρ ὑπῆρχον οἱ νόμοι παρεκτικοί. Προστάγματα δὲ αὐτὰ καὶ δικαιώματα προσηγόρευσεν. Οὐ γὰρ ἕτερα τὰ προστάγματα, καὶ ἄλλα τὰ δικαιώματα, ἀλλὰ τὰ αὐτὰ διαφόροις ὀνόμασι κέκληται. Προστάγματα μὲν γάρ ἐστιν, ὡς παρὰ Θεοῦ καὶ Δεσπότου γραφέντα, καὶ φυλάττεσθαι κελευσθέντα· δικαιώματα δὲ, οὐ μόνον ὡς ἐνδίκως γραφέντα, καὶ τὸ δίκαιον ἔχοντα, ἀλλὰ καὶ ὡς δικαιοῦν τὸν κατορθοῦντα δυνάμενα. Ἀναγκαῖον δὲ ἐπιστῆσαι, ὅτι τῶν προσταγμάτων τούτων, καὶ τῶν δικαιωμάτων τῶν ζωὴν τοῖς φυλάττουσι παρέχειν δυναμένων, τὰ Σάββατα διεχώρισεν. Εἰρηκὼς γὰρ, «Ἔδωκα αὐτοῖς τὰ προστάγματά

---

Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Ezechielem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg027.local001/.
